Τετάρτη, 5 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
2:1 Του δε Ιησου γεννηθέντος εν Βηθλέεμ της Ιουδαίας εν ημέραις Ηρώδου του βασιλέως, ιδου μάγοι απο ανατολων παρεγένοντο εις Ιεροσόλυμα 2 λέγοντες, Που εστιν ο τεχθεις βασιλευς των Ιουδαίων; ειδομεν γαρ αυτου τον αστέρα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω. 3 ακούσας δε ο βασιλευς Ηρώδης εταράχθη και πασα Ιεροσόλυμα μετ αυτου, 4 και συναγαγων πάντας τους αρχιερεις και γραμματεις του λαου επυνθάνετο παρ αυτων που ο Χριστος γενναται. 5 οι δε ειπαν αυτω, Εν Βηθλέεμ της Ιουδαίας. ουτως γαρ γέγραπται δια του προφήτου. 6 Και σύ, Βηθλέεμ γη Ιούδα, ουδαμως ελαχίστη ει εν τοις ηγεμόσιν Ιούδα. εκ σου γαρ εξελεύσεται ηγούμενος, οστις ποιμανει τον λαόν μου τον Ισραήλ. 7 Τότε Ηρώδης λάθρα καλέσας τους μάγους ηκρίβωσεν παρ αυτων τον χρόνον του φαινομένου αστέρος, 8 και πέμψας αυτους εις Βηθλέεμ ειπεν, Πορευθέντες εξετάσατε ακριβως περι του παιδίου. επαν δε ευρητε απαγγείλατέ μοι, οπως καγω ελθων προσκυνήσω αυτω. 9 οι δε ακούσαντες του βασιλέως επορεύθησαν, και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτους εως ελθων εστάθη επάνω ου ην το παιδίον. 10 ιδόντες δε τον αστέρα εχάρησαν χαραν μεγάλην σφόδρα. 11 και ελθόντες εις την οικίαν ειδον το παιδίον μετα Μαρίας της μητρος αυτου, και πεσόντες προσεκύνησαν αυτω, και ανοίξαντες τους θησαυρους αυτων προσήνεγκαν αυτω δωρα, χρυσον και λίβανον και σμύρναν. 12 και χρηματισθέντες κατ οναρ μη ανακάμψαι προς Ηρώδην, δι αλλης οδου ανεχώρησαν εις την χώραν αυτων. 13 Αναχωρησάντων δε αυτων ιδου αγγελος κυρίου φαίνεται κατ οναρ τω Ιωσηφ λέγων, Εγερθεις παράλαβε το παιδίον και την μητέρα αυτου και φευγε εις Αιγυπτον, και ισθι εκει εως αν ειπω σοι. μέλλει γαρ Ηρώδης ζητειν το παιδίον του απολέσαι αυτό. 14 ο δε εγερθεις παρέλαβεν το παιδίον και την μητέρα αυτου νυκτος και ανεχώρησεν εις Αιγυπτον, 15 και ην εκει εως της τελευτης Ηρώδου. ινα πληρωθη το ρηθεν υπο κυρίου δια του προφήτου λέγοντος, Εξ Αιγύπτου εκάλεσα τον υιόν μου. 16 Τότε Ηρώδης ιδων οτι ενεπαίχθη υπο των μάγων εθυμώθη λίαν, και αποστείλας ανειλεν πάντας τους παιδας τους εν Βηθλέεμ και εν πασι τοις ορίοις αυτης απο διετους και κατωτέρω, κατα τον χρόνον ον ηκρίβωσεν παρα των μάγων. 17 τότε επληρώθη το ρηθεν δια Ιερεμίου του προφήτου λέγοντος, 18 Φωνη εν Ραμα ηκούσθη, κλαυθμος και οδυρμος πολύς. Ραχηλ κλαίουσα τα τέκνα αυτης, και ουκ ηθελεν παρακληθηναι, οτι ουκ εισίν. 19 Τελευτήσαντος δε του Ηρώδου ιδου αγγελος κυρίου φαίνεται κατ οναρ τω Ιωσηφ εν Αιγύπτω20 λέγων, Εγερθεις παράλαβε το παιδίον και την μητέρα αυτου και πορεύου εις γην Ισραήλ, τεθνήκασιν γαρ οι ζητουντες την ψυχην του παιδίου. 21 ο δε εγερθεις παρέλαβεν το παιδίον και την μητέρα αυτου και εισηλθεν εις γην Ισραήλ. 22 ακούσας δε οτι Αρχέλαος βασιλεύει της Ιουδαίας αντι του πατρος αυτου Ηρώδου εφοβήθη εκει απελθειν. χρηματισθεις δε κατ οναρ ανεχώρησεν εις τα μέρη της Γαλιλαίας, 23 και ελθων κατώκησεν εις πόλιν λεγομένην Ναζαρέτ, οπως πληρωθη το ρηθεν δια των προφητων οτι Ναζωραιος κληθήσεται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου