Παρασκευή, 28 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
22:1 Και αποκριθεις ο Ιησους πάλιν ειπεν εν παραβολαις αυτοις λέγων, 2 Ωμοιώθη η βασιλεία των ουρανων ανθρώπω βασιλει, οστις εποίησεν γάμους τω υιω αυτου. 3 και απέστειλεν τους δούλους αυτου καλέσαι τους κεκλημένους εις τους γάμους, και ουκ ηθελον ελθειν. 4 πάλιν απέστειλεν αλλους δούλους λέγων, Ειπατε τοις κεκλημένοις, Ιδου το αριστόν μου ητοίμακα, οι ταυροί μου και τα σιτιστα τεθυμένα, και πάντα ετοιμα. δευτε εις τους γάμους. 5 οι δε αμελήσαντες απηλθον, ος μεν εις τον ιδιον αγρόν, ος δε επι την εμπορίαν αυτου. 6 οι δε λοιποι κρατήσαντες τους δούλους αυτου υβρισαν και απέκτειναν. 7 ο δε βασιλευς ωργίσθη, και πέμψας τα στρατεύματα αυτου απώλεσεν τους φονεις εκείνους και την πόλιν αυτων ενέπρησεν. 8 τότε λέγει τοις δούλοις αυτου, Ο μεν γάμος ετοιμός εστιν, οι δε κεκλημένοι ουκ ησαν αξιοι. 9 πορεύεσθε ουν επι τας διεξόδους των οδων, και οσους εαν ευρητε καλέσατε εις τους γάμους. 10 και εξελθόντες οι δουλοι εκεινοι εις τας οδους συνήγαγον πάντας ους ευρον, πονηρούς τε και αγαθούς. και επλήσθη ο γάμος ανακειμένων. 11 εισελθων δε ο βασιλευς θεάσασθαι τους ανακειμένους ειδεν εκει ανθρωπον ουκ ενδεδυμένον ενδυμα γάμου. 12 και λέγει αυτω, Εταιρε, πως εισηλθες ωδε μη εχων ενδυμα γάμου; ο δε εφιμώθη. 13 τότε ο βασιλευς ειπεν τοις διακόνοις, Δήσαντες αυτου πόδας και χειρας εκβάλετε αυτον εις το σκότος το εξώτερον. εκει εσται ο κλαυθμος και ο βρυγμος των οδόντων. 14 πολλοι γάρ εισιν κλητοι ολίγοι δε εκλεκτοί. 15 Τότε πορευθέντες οι Φαρισαιοι συμβούλιον ελαβον οπως αυτον παγιδεύσωσιν εν λόγω. 16 και αποστέλλουσιν αυτω τους μαθητας αυτων μετα των Ηρωδιανων λέγοντες, Διδάσκαλε, οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεία διδάσκεις, και ου μέλει σοι περι ουδενός, ου γαρ βλέπεις εις πρόσωπον ανθρώπων. 17 ειπε ουν ημιν τί σοι δοκει. εξεστιν δουναι κηνσον Καίσαρι η ου; 18 γνους δε ο Ιησους την πονηρίαν αυτων ειπεν, Τί με πειράζετε, υποκριταί; 19 επιδείξατέ μοι το νόμισμα του κήνσου. οι δε προσήνεγκαν αυτω δηνάριον. 20 και λέγει αυτοις, Τίνος η εικων αυτη και η επιγραφή; 21 λέγουσιν αυτω, Καίσαρος. τότε λέγει αυτοις, Απόδοτε ουν τα Καίσαρος Καίσαρι και τα του θεου τω θεω. 22 και ακούσαντες εθαύμασαν, και αφέντες αυτον απηλθαν. 23 Εν εκείνη τη ημέρα προσηλθον αυτω Σαδδουκαιοι, λέγοντες μη ειναι ανάστασιν, και επηρώτησαν αυτον 24 λέγοντες, Διδάσκαλε, Μωϋσης ειπεν, Εάν τις αποθάνη μη εχων τέκνα, επιγαμβρεύσει ο αδελφος αυτου την γυναικα αυτου και αναστήσει σπέρμα τω αδελφω αυτου. 25 ησαν δε παρ' ημιν επτα αδελφοί. και ο πρωτος γήμας ετελεύτησεν, και μη εχων σπέρμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου. 26 ομοίως και ο δεύτερος και ο τρίτος, εως των επτά. 27 υστερον δε πάντων απέθανεν η γυνή. 28 εν τη αναστάσει ουν τίνος των επτα εσται γυνή; πάντες γαρ εσχον αυτήν. 29 αποκριθεις δε ο Ιησους ειπεν αυτοις, Πλανασθε μη ειδότες τας γραφας μηδε την δύναμιν του θεου. 30 εν γαρ τη αναστάσει ουτε γαμουσιν ουτε γαμίζονται, αλλ' ως αγγελοι εν τω ουρανω εισιν. 31 περι δε της αναστάσεως των νεκρων ουκ ανέγνωτε το ρηθεν υμιν υπο του θεου λέγοντος, 32 Εγώ ειμι ο θεος Αβρααμ και ο θεος Ισαακ και ο θεος Ιακώβ; ουκ εστιν ο θεος νεκρων αλλα ζώντων. 33 και ακούσαντες οι οχλοι εξεπλήσσοντο επι τη διδαχη αυτου. 34 Οι δε Φαρισαιοι ακούσαντες οτι εφίμωσεν τους Σαδδουκαίους συνήχθησαν επι το αυτό. 35 και επηρώτησεν εις εξ αυτων νομικος πειράζων αυτόν, 36 Διδάσκαλε, ποία εντολη μεγάλη εν τω νόμω; 37 ο δε εφη αυτω, Αγαπήσεις κύριον τον θεόν σου εν ολη τη καρδία σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοία σου. 38 αυτη εστιν η μεγάλη και πρώτη εντολή. 39 δευτέρα δε ομοία αυτη, Αγαπήσεις τον πλησίον σου ως σεαυτόν. 40 εν ταύταις ταις δυσιν εντολαις ολος ο νόμος κρέμαται και οι προφηται. 41 Συνηγμένων δε των Φαρισαίων επηρώτησεν αυτους ο Ιησους 42 λέγων, Τί υμιν δοκει περι του Χριστου; τίνος υιός εστιν; λέγουσιν αυτω, Του Δαυίδ. 43 λέγει αυτοις, Πως ουν Δαυιδ εν πνεύματι καλει αυτον κύριον λέγων, 44 Ειπεν κύριος τω κυρίω μου, Κάθου εκ δεξιων μου εως αν θω τους εχθρούς σου υποκάτω των ποδων σου; 45 ει ουν Δαυιδ καλει αυτον κύριον, πως υιος αυτου εστιν; 46 και ουδεις εδύνατο αποκριθηναι αυτω λόγον, ουδε ετόλμησέν τις απ' εκείνης της ημέρας επερωτησαι αυτον ουκέτι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου