Τρίτη, 4 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
:1 Βίβλος γενέσεως Ιησου Χριστου υιου Δαυιδ υιου Αβραάμ. 2 Αβρααμ εγέννησεν τον Ισαάκ, Ισαακ δε εγέννησεν τον Ιακώβ, Ιακωβ δε εγέννησεν τον Ιούδαν και τους αδελφους αυτου, 3 Ιούδας δε εγέννησεν τον Φάρες και τον Ζάρα εκ της Θαμάρ, Φάρες δε εγέννησεν τον Εσρώμ, Εσρωμ δε εγέννησεν τον Αράμ, 4 Αραμ δε εγέννησεν τον Αμιναδάβ, Αμιναδαβ δε εγέννησεν τον Ναασσών, Ναασσων δε εγέννησεν τον Σαλμών, 5 Σαλμων δε εγέννησεν τον Βόες εκ της Ραχάβ, Βόες δε εγέννησεν τον Ιωβηδ εκ της Ρούθ, Ιωβηδ δε εγέννησεν τον Ιεσσαί, 6 Ιεσσαι δε εγέννησεν τον Δαυιδ τον βασιλέα. Δαυιδ δε εγέννησεν τον Σολομωνα εκ της του Ουρίου, 7 Σολομων δε εγέννησεν τον Ροβοάμ, Ροβοαμ δε εγέννησεν τον Αβιά, Αβια δε εγέννησεν τον Ασάφ, 8 Ασαφ δε εγέννησεν τον Ιωσαφάτ, Ιωσαφατ δε εγέννησεν τον Ιωράμ, Ιωραμ δε εγέννησεν τον Οζίαν, 9 Οζίας δε εγέννησεν τον Ιωαθάμ, Ιωαθαμ δε εγέννησεν τον Αχάζ, Αχαζ δε εγέννησεν τον Εζεκίαν, 10 Εζεκίας δε εγέννησεν τον Μανασση, Μανασσης δε εγέννησεν τον Αμώς, Αμως δε εγέννησεν τον Ιωσίαν, 11 Ιωσίας δε εγέννησεν τον Ιεχονίαν και τους αδελφους αυτου επι της μετοικεσίας Βαβυλωνος. 12 Μετα δε την μετοικεσίαν Βαβυλωνος Ιεχονίας εγέννησεν τον Σαλαθιήλ, Σαλαθιηλ δε εγέννησεν τον Ζοροβαβέλ, 13 Ζοροβαβελ δε εγέννησεν τον Αβιούδ, Αβιουδ δε εγέννησεν τον Ελιακίμ, Ελιακιμ δε εγέννησεν τον Αζώρ, 14 Αζωρ δε εγέννησεν τον Σαδώκ, Σαδωκ δε εγέννησεν τον Αχίμ, Αχιμ δε εγέννησεν τον Ελιούδ, 15 Ελιουδ δε εγέννησεν τον Ελεάζαρ, Ελεάζαρ δε εγέννησεν τον Ματθάν, Ματθαν δε εγέννησεν τον Ιακώβ, 16 Ιακωβ δε εγέννησεν τον Ιωσηφ τον ανδρα Μαρίας, εξ ης εγεννήθη Ιησους ο λεγόμενος Χριστός. 17 Πασαι ουν αι γενεαι απο Αβρααμ εως Δαυιδ γενεαι δεκατέσσαρες, και απο Δαυιδ εως της μετοικεσίας Βαβυλωνος γενεαι δεκατέσσαρες, και απο της μετοικεσίας Βαβυλωνος εως του Χριστου γενεαι δεκατέσσαρες. 18 Του δε Ιησου Χριστου η γένεσις ουτως ην. μνηστευθείσης της μητρος αυτου Μαρίας τω Ιωσήφ, πριν η συνελθειν αυτους ευρέθη εν γαστρι εχουσα εκ πνεύματος αγίου. 19 Ιωσηφ δε ο ανηρ αυτης, δίκαιος ων και μη θέλων αυτην δειγματίσαι, εβουλήθη λάθρα απολυσαι αυτήν. 20 ταυτα δε αυτου ενθυμηθέντος ιδου αγγελος κυρίου κατ οναρ εφάνη αυτω λέγων, Ιωσηφ υιος Δαυίδ, μη φοβηθης παραλαβειν Μαριαμ την γυναικά σου, το γαρ εν αυτη γεννηθεν εκ πνεύματός εστιν αγίου. 21 τέξεται δε υιον και καλέσεις το ονομα αυτου Ιησουν, αυτος γαρ σώσει τον λαον αυτου απο των αμαρτιων αυτων. 22 Τουτο δε ολον γέγονεν ινα πληρωθη το ρηθεν υπο κυρίου δια του προφήτου λέγοντος, 23 Ιδου η παρθένος εν γαστρι εξει και τέξεται υιόν, και καλέσουσιν το ονομα αυτου Εμμανουήλ, ο εστιν μεθερμηνευόμενον Μεθ ημων ο θεός. 24 εγερθεις δε ο Ιωσηφ απο του υπνου εποίησεν ως προσέταξεν αυτω ο αγγελος κυρίου και παρέλαβεν την γυναικα αυτου. 25 και ουκ εγίνωσκεν αυτην εως ου ετεκεν υιόν. και εκάλεσεν το ονομα αυτου Ιησουν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου