Πέμπτη, 6 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
3:1 Εν δε ταις ημέραις εκείναις παραγίνεται Ιωάννης ο βαπτιστης κηρύσσων εν τη ερήμω της Ιουδαίας 2 και λέγων, Μετανοειτε, ηγγικεν γαρ η βασιλεία των ουρανων. 3 ουτος γάρ εστιν ο ρηθεις δια Ησαϊου του προφήτου λέγοντος, Φωνη βοωντος εν τη ερήμω, Ετοιμάσατε την οδον κυρίου, ευθείας ποιειτε τας τρίβους αυτου. 4 Αυτος δε ο Ιωάννης ειχεν το ενδυμα αυτου απο τριχων καμήλου και ζώνην δερματίνην περι την οσφυν αυτου, η δε τροφη ην αυτου ακρίδες και μέλι αγριον. 5 τότε εξεπορεύετο προς αυτον Ιεροσόλυμα και πασα η Ιουδαία και πασα η περίχωρος του Ιορδάνου, 6 και εβαπτίζοντο εν τω Ιορδάνη ποταμω υπ αυτου εξομολογούμενοι τας αμαρτίας αυτων. 7 Ιδων δε πολλους των Φαρισαίων και Σαδδουκαίων ερχομένους επι το βάπτισμα αυτου ειπεν αυτοις, Γεννήματα εχιδνων, τίς υπέδειξεν υμιν φυγειν απο της μελλούσης οργης; 8 ποιήσατε ουν καρπον αξιον της μετανοίας. 9 και μη δόξητε λέγειν εν εαυτοις, Πατέρα εχομεν τον Αβραάμ, λέγω γαρ υμιν οτι δύναται ο θεος εκ των λίθων τούτων εγειραι τέκνα τω Αβραάμ. 10 ηδη δε η αξίνη προς την ρίζαν των δένδρων κειται. παν ουν δένδρον μη ποιουν καρπον καλον εκκόπτεται και εις πυρ βάλλεται. 11 εγω μεν υμας βαπτίζω εν υδατι εις μετάνοιαν. ο δε οπίσω μου ερχόμενος ισχυρότερός μού εστιν, ου ουκ ειμι ικανος τα υποδήματα βαστάσαι. αυτος υμας βαπτίσει εν πνεύματι αγίω και πυρί. 12 ου το πτύον εν τη χειρι αυτου, και διακαθαριει την αλωνα αυτου, και συνάξει τον σιτον αυτου εις την αποθήκην, το δε αχυρον κατακαύσει πυρι ασβέστω. 13 Τότε παραγίνεται ο Ιησους απο της Γαλιλαίας επι τον Ιορδάνην προς τον Ιωάννην του βαπτισθηναι υπ αυτου. 14 ο δε Ιωάννης διεκώλυεν αυτον λέγων, Εγω χρείαν εχω υπο σου βαπτισθηναι, και συ ερχη πρός με; 15 αποκριθεις δε ο Ιησους ειπεν προς αυτόν, Αφες αρτι, ουτως γαρ πρέπον εστιν ημιν πληρωσαι πασαν δικαιοσύνην. τότε αφίησιν αυτόν. 16 βαπτισθεις δε ο Ιησους ευθυς ανέβη απο του υδατος. και ιδου ηνεώχθησαν αυτω οι ουρανοί, και ειδεν το πνευμα του θεου καταβαινον ωσει περιστεραν και ερχόμενον επ αυτόν. 17 και ιδου φωνη εκ των ουρανων λέγουσα, Ουτός εστιν ο υιός μου ο αγαπητός, εν ω ευδόκησα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου