Δευτέρα, 24 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
18:1 Εν εκείνη τη ωρα προσηλθον οι μαθηται τω Ιησου λέγοντες, Τίς αρα μείζων εστιν εν τη βασιλεία των ουρανων; 2 και προσκαλεσάμενος παιδίον εστησεν αυτο εν μέσω αυτων 3 και ειπεν, Αμην λέγω υμιν, εαν μη στραφητε και γένησθε ως τα παιδία, ου μη εισέλθητε εις την βασιλείαν των ουρανων. 4 οστις ουν ταπεινώσει εαυτον ως το παιδίον τουτο, ουτός εστιν ο μείζων εν τη βασιλεία των ουρανων. 5 και ος εαν δέξηται εν παιδίον τοιουτο επι τω ονόματί μου, εμε δέχεται. 6 Ος δ αν σκανδαλίση ενα των μικρων τούτων των πιστευόντων εις εμέ, συμφέρει αυτω ινα κρεμασθη μύλος ονικος περι τον τράχηλον αυτου και καταποντισθη εν τω πελάγει της θαλάσσης. 7 ουαι τω κόσμω απο των σκανδάλων. ανάγκη γαρ ελθειν τα σκάνδαλα, πλην ουαι τω ανθρώπω δι' ου το σκάνδαλον ερχεται. 8 Ει δε η χείρ σου η ο πούς σου σκανδαλίζει σε, εκκοψον αυτον και βάλε απο σου. καλόν σοί εστιν εισελθειν εις την ζωην κυλλον η χωλόν, η δύο χειρας η δύο πόδας εχοντα βληθηναι εις το πυρ το αιώνιον. 9 και ει ο οφθαλμός σου σκανδαλίζει σε, εξελε αυτον και βάλε απο σου. καλόν σοί εστιν μονόφθαλμον εις την ζωην εισελθειν, η δύο οφθαλμους εχοντα βληθηναι εις την γέενναν του πυρός. 10 Ορατε μη καταφρονήσητε ενος των μικρων τούτων. λέγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλέπουσι το πρόσωπον του πατρός μου του εν ουρανοις. 11 12 Τί υμιν δοκει; εαν γένηταί τινι ανθρώπω εκατον πρόβατα και πλανηθη εν εξ αυτων, ουχι αφήσει τα ενενήκοντα εννέα επι τα ορη και πορευθεις ζητει το πλανώμενον; 13 και εαν γένηται ευρειν αυτό, αμην λέγω υμιν οτι χαίρει επ' αυτω μαλλον η επι τοις ενενήκοντα εννέα τοις μη πεπλανημένοις. 14 ουτως ουκ εστιν θέλημα εμπροσθεν του πατρος υμων του εν ουρανοις ινα απόληται εν των μικρων τούτων. 15 Εαν δε αμαρτήση εις σε ο αδελφός σου, υπαγε ελεγξον αυτον μεταξυ σου και αυτου μόνου. εάν σου ακούση, εκέρδησας τον αδελφόν σου. 16 εαν δε μη ακούση, παράλαβε μετα σου ετι ενα η δύο, ινα επι στόματος δύο μαρτύρων η τριων σταθη παν ρημα. 17 εαν δε παρακούση αυτων, ειπε τη εκκλησία. εαν δε και της εκκλησίας παρακούση, εστω σοι ωσπερ ο εθνικος και ο τελώνης. 18 Αμην λέγω υμιν, οσα εαν δήσητε επι της γης εσται δεδεμένα εν ουρανω και οσα εαν λύσητε επι της γης εσται λελυμένα εν ουρανω. 19 Πάλιν αμην λέγω υμιν οτι εαν δύο συμφωνήσωσιν εξ υμων επι της γης περι παντος πράγματος ου εαν αιτήσωνται, γενήσεται αυτοις παρα του πατρός μου του εν ουρανοις. 20 ου γάρ εισιν δύο η τρεις συνηγμένοι εις το εμον ονομα, εκει ειμι εν μέσω αυτων. 21 Τότε προσελθων ο Πέτρος ειπεν αυτω, Κύριε, ποσάκις αμαρτήσει εις εμε ο αδελφός μου και αφήσω αυτω; εως επτάκις; 22 λέγει αυτω ο Ιησους, Ου λέγω σοι εως επτάκις αλλα εως εβδομηκοντάκις επτά. 23 Δια τουτο ωμοιώθη η βασιλεία των ουρανων ανθρώπω βασιλει ος ηθέλησεν συναραι λόγον μετα των δούλων αυτου. 24 αρξαμένου δε αυτου συναίρειν προσηνέχθη αυτω εις οφειλέτης μυρίων ταλάντων. 25 μη εχοντος δε αυτου αποδουναι εκέλευσεν αυτον ο κύριος πραθηναι και την γυναικα και τα τέκνα και πάντα οσα εχει, και αποδοθηναι. 26 πεσων ουν ο δουλος προσεκύνει αυτω λέγων, Μακροθύμησον επ' εμοί, και πάντα αποδώσω σοι. 27 σπλαγχνισθεις δε ο κύριος του δούλου εκείνου απέλυσεν αυτόν, και το δάνειον αφηκεν αυτω. 28 εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδούλων αυτου ος ωφειλεν αυτω εκατον δηνάρια, και κρατήσας αυτον επνιγεν λέγων, Απόδος ει τι οφείλεις. 29 πεσων ουν ο σύνδουλος αυτου παρεκάλει αυτον λέγων, Μακροθύμησον επ' εμοί, και αποδώσω σοι. 30 ο δε ουκ ηθελεν, αλλα απελθων εβαλεν αυτον εις φυλακην εως αποδω το οφειλόμενον. 31 ιδόντες ουν οι σύνδουλοι αυτου τα γενόμενα ελυπήθησαν σφόδρα, και ελθόντες διεσάφησαν τω κυρίω εαυτων πάντα τα γενόμενα. 32 τότε προσκαλεσάμενος αυτον ο κύριος αυτου λέγει αυτω, Δουλε πονηρέ, πασαν την οφειλην εκείνην αφηκά σοι, επει παρεκάλεσάς με. 33 ουκ εδει και σε ελεησαι τον σύνδουλόν σου, ως καγω σε ηλέησα; 34 και οργισθεις ο κύριος αυτου παρέδωκεν αυτον τοις βασανισταις εως ου αποδω παν το οφειλόμενον. 35 Ουτως και ο πατήρ μου ο ουράνιος ποιήσει υμιν εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου