Δευτέρα, 1 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
24:1 Και εξελθων ο Ιησους απο του ιερου επορεύετο, και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τας οικοδομας του ιερου. 2 ο δε αποκριθεις ειπεν αυτοις, Ου βλέπετε ταυτα πάντα; αμην λέγω υμιν, ου μη αφεθη ωδε λίθος επι λίθον ος ου καταλυθήσεται. 3 Καθημένου δε αυτου επι του Ορους των Ελαιων προσηλθον αυτω οι μαθηται κατ' ιδίαν λέγοντες, Ειπε ημιν πότε ταυτα εσται, και τί το σημειον της σης παρουσίας και συντελείας του αιωνος. 4 και αποκριθεις ο Ιησους ειπεν αυτοις, Βλέπετε μή τις υμας πλανήση. 5 πολλοι γαρ ελεύσονται επι τω ονόματί μου λέγοντες, Εγώ ειμι ο Χριστός, και πολλους πλανήσουσιν. 6 μελλήσετε δε ακούειν πολέμους και ακοας πολέμων. ορατε, μη θροεισθε. δει γαρ γενέσθαι, αλλ ουπω εστιν το τέλος. 7 εγερθήσεται γαρ εθνος επι εθνος και βασιλεία επι βασιλείαν, και εσονται λιμοι και σεισμοι κατα τόπους. 8 πάντα δε ταυτα αρχη ωδίνων. 9 τότε παραδώσουσιν υμας εις θλιψιν και αποκτενουσιν υμας, και εσεσθε μισούμενοι υπο πάντων των εθνων δια το ονομά μου. 10 και τότε σκανδαλισθήσονται πολλοι και αλλήλους παραδώσουσιν και μισήσουσιν αλλήλους. 11 και πολλοι ψευδοπροφηται εγερθήσονται και πλανήσουσιν πολλούς. 12 και δια το πληθυνθηναι την ανομίαν ψυγήσεται η αγάπη των πολλων. 13 ο δε υπομείνας εις τέλος ουτος σωθήσεται. 14 και κηρυχθήσεται τουτο το ευαγγέλιον της βασιλείας εν ολη τη οικουμένη εις μαρτύριον πασιν τοις εθνεσιν, και τότε ηξει το τέλος. 15 Οταν ουν ιδητε το βδέλυγμα της ερημώσεως το ρηθεν δια Δανιηλ του προφήτου εστος εν τόπω αγίω, ο αναγινώσκων νοείτω, 16 τότε οι εν τη Ιουδαία φευγέτωσαν εις τα ορη, 17 ο επι του δώματος μη καταβάτω αραι τα εκ της οικίας αυτου, 18 και ο εν τω αγρω μη επιστρεψάτω οπίσω αραι το ιμάτιον αυτου. 19 ουαι δε ταις εν γαστρι εχούσαις και ταις θηλαζούσαις εν εκείναις ταις ημέραις. 20 προσεύχεσθε δε ινα μη γένηται η φυγη υμων χειμωνος μηδε σαββάτω. 21 εσται γαρ τότε θλιψις μεγάλη οια ου γέγονεν απ' αρχης κόσμου εως του νυν ουδ ου μη γένηται. 22 και ει μη εκολοβώθησαν αι ημέραι εκειναι, ουκ αν εσώθη πασα σάρξ. δια δε τους εκλεκτους κολοβωθήσονται αι ημέραι εκειναι. 23 τότε εάν τις υμιν ειπη, Ιδου ωδε ο Χριστός, η, Ωδε, μη πιστεύσητε. 24 εγερθήσονται γαρ ψευδόχριστοι και ψευδοπροφηται, και δώσουσιν σημεια μεγάλα και τέρατα ωστε πλανησαι, ει δυνατόν, και τους εκλεκτούς. 25 ιδου προείρηκα υμιν. 26 εαν ουν ειπωσιν υμιν, Ιδου εν τη ερήμω εστίν, μη εξέλθητε. Ιδου εν τοις ταμείοις, μη πιστεύσητε. 27 ωσπερ γαρ η αστραπη εξέρχεται απο ανατολων και φαίνεται εως δυσμων, ουτως εσται η παρουσία του υιου του ανθρώπου. 28 οπου εαν η το πτωμα, εκει συναχθήσονται οι αετοί. 29 Ευθέως δε μετα την θλιψιν των ημερων εκείνων, ο ηλιος σκοτισθήσεται, και η σελήνη ου δώσει το φέγγος αυτης, και οι αστέρες πεσουνται απο του ουρανου, και αι δυνάμεις των ουρανων σαλευθήσονται. 30 και τότε φανήσεται το σημειον του υιου του ανθρώπου εν ουρανω, και τότε κόψονται πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρώπου ερχόμενον επι των νεφελων του ουρανου μετα δυνάμεως και δόξης πολλης. 31 και αποστελει τους αγγέλους αυτου μετα σάλπιγγος μεγάλης, και επισυνάξουσιν τους εκλεκτους αυτου εκ των τεσσάρων ανέμων απ' ακρων ουρανων εως των ακρων αυτων. 32 Απο δε της συκης μάθετε την παραβολήν. οταν ηδη ο κλάδος αυτης γένηται απαλος και τα φύλλα εκφύη, γινώσκετε οτι εγγυς το θέρος. 33 ουτως και υμεις, οταν ιδητε πάντα ταυτα, γινώσκετε οτι εγγύς εστιν επι θύραις. 34 αμην λέγω υμιν οτι ου μη παρέλθη η γενεα αυτη εως αν πάντα ταυτα γένηται. 35 ο ουρανος και η γη παρελεύσεται, οι δε λόγοι μου ου μη παρέλθωσιν. 36 Περι δε της ημέρας εκείνης και ωρας ουδεις οιδεν, ουδε οι αγγελοι των ουρανων ουδε ο υιός, ει μη ο πατηρ μόνος. 37 ωσπερ γαρ αι ημέραι του Νωε, ουτως εσται η παρουσία του υιου του ανθρώπου. 38 ως γαρ ησαν εν ταις ημέραις εκείναις ταις προ του κατακλυσμου τρώγοντες και πίνοντες, γαμουντες και γαμίζοντες, αχρι ης ημέρας εισηλθεν Νωε εις την κιβωτόν, 39 και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν απαντας, ουτως εσται και η παρουσία του υιου του ανθρώπου. 40 τότε δύο εσονται εν τω αγρω, εις παραλαμβάνεται και εις αφίεται. 41 δύο αλήθουσαι εν τω μύλω, μία παραλαμβάνεται και μία αφίεται. 42 γρηγορειτε ουν, οτι ουκ οιδατε ποία ημέρα ο κύριος υμων ερχεται. 43 εκεινο δε γινώσκετε οτι ει ηδει ο οικοδεσπότης ποία φυλακη ο κλέπτης ερχεται, εγρηγόρησεν αν και ουκ αν ειασεν διορυχθηναι την οικίαν αυτου. 44 δια τουτο και υμεις γίνεσθε ετοιμοι, οτι η ου δοκειτε ωρα ο υιος του ανθρώπου ερχεται. 45 Τίς αρα εστιν ο πιστος δουλος και φρόνιμος ον κατέστησεν ο κύριος επι της οικετείας αυτου του δουναι αυτοις την τροφην εν καιρω; 46 μακάριος ο δουλος εκεινος ον ελθων ο κύριος αυτου ευρήσει ουτως ποιουντα. 47 αμην λέγω υμιν οτι επι πασιν τοις υπάρχουσιν αυτου καταστήσει αυτόν. 48 εαν δε ειπη ο κακος δουλος εκεινος εν τη καρδία αυτου, Χρονίζει μου ο κύριος, 49 και αρξηται τύπτειν τους συνδούλους αυτου, εσθίη δε και πίνη μετα των μεθυόντων, 50 ηξει ο κύριος του δούλου εκείνου εν ημέρα η ου προσδοκα και εν ωρα η ου γινώσκει, 51 και διχοτομήσει αυτον και το μέρος αυτου μετα των υποκριτων θήσει. εκει εσται ο κλαυθμος και ο βρυγμος των οδόντων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου