Τετάρτη, 10 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
1:1 Αρχη του ευαγγελίου Ιησου Χριστου υιου θεου. 2 Καθως γέγραπται εν τω Ησαϊα τω προφήτη, Ιδου αποστέλλω τον αγγελόν μου προ προσώπου σου, ος κατασκευάσει την οδόν σου. 3 φωνη βοωντος εν τη ερήμω, Ετοιμάσατε την οδον κυρίου, ευθείας ποιειτε τας τρίβους αυτου,υ 4 εγένετο Ιωάννης ο βαπτίζων εν τη ερήμω και κηρύσσων βάπτισμα μετανοίας εις αφεσιν αμαρτιων. 5 και εξεπορεύετο προς αυτον πασα η Ιουδαία χώρα και οι Ιεροσολυμιται πάντες, και εβαπτίζοντο υπ' αυτου εν τω Ιορδάνη ποταμω εξομολογούμενοι τας αμαρτίας αυτων. 6 και ην ο Ιωάννης ενδεδυμένος τρίχας καμήλου και ζώνην δερματίνην περι την οσφυν αυτου, και εσθίων ακρίδας και μέλι αγριον. 7 και εκήρυσσεν λέγων, Ερχεται ο ισχυρότερός μου οπίσω μου, ου ουκ ειμι ικανος κύψας λυσαι τον ιμάντα των υποδημάτων αυτου. 8 εγω εβάπτισα υμας υδατι, αυτος δε βαπτίσει υμας εν πνεύματι αγίω. 9 Και εγένετο εν εκείναις ταις ημέραις ηλθεν Ιησους απο Ναζαρετ της Γαλιλαίας και εβαπτίσθη εις τον Ιορδάνην υπο Ιωάννου. 10 και ευθυς αναβαίνων εκ του υδατος ειδεν σχιζομένους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινον εις αυτόν. 11 και φωνη εγένετο εκ των ουρανων, Συ ει ο υιός μου ο αγαπητός, εν σοι ευδόκησα. 12 Και ευθυς το πνευμα αυτον εκβάλλει εις την ερημον. 13 και ην εν τη ερήμω τεσσεράκοντα ημέρας πειραζόμενος υπο του Σατανα, και ην μετα των θηρίων, και οι αγγελοι διηκόνουν αυτω. 14 Μετα δε το παραδοθηναι τον Ιωάννην ηλθεν ο Ιησους εις την Γαλιλαίαν κηρύσσων το ευαγγέλιον του θεου 15 και λέγων οτι Πεπλήρωται ο καιρος και ηγγικεν η βασιλεία του θεου. μετανοειτε και πιστεύετε εν τω ευαγγελίω. 16 Και παράγων παρα την θάλασσαν της Γαλιλαίας ειδεν Σίμωνα και Ανδρέαν τον αδελφον Σίμωνος αμφιβάλλοντας εν τη θαλάσση. ησαν γαρ αλιεις. 17 και ειπεν αυτοις ο Ιησους, Δευτε οπίσω μου, και ποιήσω υμας γενέσθαι αλιεις ανθρώπων. 18 και ευθυς αφέντες τα δίκτυα ηκολούθησαν αυτω. 19 Και προβας ολίγον ειδεν Ιάκωβον τον του Ζεβεδαίου και Ιωάννην τον αδελφον αυτου, και αυτους εν τω πλοίω καταρτίζοντας τα δίκτυα, 20 και ευθυς εκάλεσεν αυτούς. και αφέντες τον πατέρα αυτων Ζεβεδαιον εν τω πλοίω μετα των μισθωτων απηλθον οπίσω αυτου. 21 Και εισπορεύονται εις Καφαρναούμ. και ευθυς τοις σάββασιν εισελθων εις την συναγωγην εδίδασκεν. 22 και εξεπλήσσοντο επι τη διδαχη αυτου, ην γαρ διδάσκων αυτους ως εξουσίαν εχων και ουχ ως οι γραμματεις. 23 και ευθυς ην εν τη συναγωγη αυτων ανθρωπος εν πνεύματι ακαθάρτω, και ανέκραξεν 24 λέγων, Τί ημιν και σοί, Ιησου Ναζαρηνέ; ηλθες απολέσαι ημας; οιδά σε τίς ει, ο αγιος του θεου. 25 και επετίμησεν αυτω ο Ιησους λέγων, Φιμώθητι και εξελθε εξ αυτου. 26 και σπαράξαν αυτον το πνευμα το ακάθαρτον και φωνησαν φωνη μεγάλη εξηλθεν εξ αυτου. 27 και εθαμβήθησαν απαντες, ωστε συζητειν προς εαυτους λέγοντας, Τί εστιν τουτο; διδαχη καινη κατ' εξουσίαν. και τοις πνεύμασι τοις ακαθάρτοις επιτάσσει, και υπακούουσιν αυτω. 28 και εξηλθεν η ακοη αυτου ευθυς πανταχου εις ολην την περίχωρον της Γαλιλαίας. 29 Και ευθυς εκ της συναγωγης εξελθόντες ηλθον εις την οικίαν Σίμωνος και Ανδρέου μετα Ιακώβου και Ιωάννου. 30 η δε πενθερα Σίμωνος κατέκειτο πυρέσσουσα, και ευθυς λέγουσιν αυτω περι αυτης. 31 και προσελθων ηγειρεν αυτην κρατήσας της χειρός. και αφηκεν αυτην ο πυρετός, και διηκόνει αυτοις. 32 Οψίας δε γενομένης, οτε εδυ ο ηλιος, εφερον προς αυτον πάντας τους κακως εχοντας και τους δαιμονιζομένους. 33 και ην ολη η πόλις επισυνηγμένη προς την θύραν. 34 και εθεράπευσεν πολλους κακως εχοντας ποικίλαις νόσοις, και δαιμόνια πολλα εξέβαλεν, και ουκ ηφιεν λαλειν τα δαιμόνια, οτι ηδεισαν αυτόν. 35 Και πρωϊ εννυχα λίαν αναστας εξηλθεν και απηλθεν εις ερημον τόπον κακει προσηύχετο. 36 και κατεδίωξεν αυτον Σίμων και οι μετ' αυτου, 37 και ευρον αυτον και λέγουσιν αυτω οτι Πάντες ζητουσίν σε. 38 και λέγει αυτοις, Αγωμεν αλλαχου εις τας εχομένας κωμοπόλεις, ινα και εκει κηρύξω. εις τουτο γαρ εξηλθον. 39 και ηλθεν κηρύσσων εις τας συναγωγας αυτων εις ολην την Γαλιλαίαν και τα δαιμόνια εκβάλλων. 40 Και ερχεται προς αυτον λεπρος παρακαλων αυτον και γονυπετων και λέγων αυτω οτι Εαν θέλης δύνασαί με καθαρίσαι. 41 και σπλαγχνισθεις εκτείνας την χειρα αυτου ηψατο και λέγει αυτω, Θέλω, καθαρίσθητι. 42 και ευθυς απηλθεν απ' αυτου η λέπρα, και εκαθαρίσθη. 43 και εμβριμησάμενος αυτω ευθυς εξέβαλεν αυτόν, 44 και λέγει αυτω, Ορα μηδενι μηδεν ειπης, αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσένεγκε περι του καθαρισμου σου α προσέταξεν Μωϋσης, εις μαρτύριον αυτοις. 45 ο δε εξελθων ηρξατο κηρύσσειν πολλα και διαφημίζειν τον λόγον, ωστε μηκέτι αυτον δύνασθαι φανερως εις πόλιν εισελθειν, αλλ εξω επ' ερήμοις τόποις ην. και ηρχοντο προς αυτον πάντοθεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου