Πέμπτη, 11 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
 2:1 Και εισελθων πάλιν εις Καφαρναουμ δι' ημερων ηκούσθη οτι εν οικω εστίν. 2 και συνήχθησαν πολλοι ωστε μηκέτι χωρειν μηδε τα προς την θύραν, και ελάλει αυτοις τον λόγον. 3 και ερχονται φέροντες προς αυτον παραλυτικον αιρόμενον υπο τεσσάρων. 4 και μη δυνάμενοι προσενέγκαι αυτω δια τον οχλον απεστέγασαν την στέγην οπου ην, και εξορύξαντες χαλωσι τον κράβαττον οπου ο παραλυτικος κατέκειτο. 5 και ιδων ο Ιησους την πίστιν αυτων λέγει τω παραλυτικω, Τέκνον, αφίενταί σου αι αμαρτίαι. 6 ησαν δέ τινες των γραμματέων εκει καθήμενοι και διαλογιζόμενοι εν ταις καρδίαις αυτων, 7 Τί ουτος ουτως λαλει; βλασφημει. τίς δύναται αφιέναι αμαρτίας ει μη εις ο θεός; 8 και ευθυς επιγνους ο Ιησους τω πνεύματι αυτου οτι ουτως διαλογίζονται εν εαυτοις λέγει αυτοις, Τί ταυτα διαλογίζεσθε εν ταις καρδίαις υμων; 9 τί εστιν ευκοπώτερον, ειπειν τω παραλυτικω, Αφίενταί σου αι αμαρτίαι, η ειπειν, Εγειρε και αρον τον κράβαττόν σου και περιπάτει; 10 ινα δε ειδητε οτι εξουσίαν εχει ο υιος του ανθρώπου αφιέναι αμαρτίας επι της γης,ς λέγει τω παραλυτικω, 11 Σοι λέγω, εγειρε αρον τον κράβαττόν σου και υπαγε εις τον οικόν σου. 12 και ηγέρθη και ευθυς αρας τον κράβαττον εξηλθεν εμπροσθεν πάντων, ωστε εξίστασθαι πάντας και δοξάζειν τον θεον λέγοντας οτι Ουτως ουδέποτε ειδομεν. 13 Και εξηλθεν πάλιν παρα την θάλασσαν. και πας ο οχλος ηρχετο προς αυτόν, και εδίδασκεν αυτούς. 14 και παράγων ειδεν Λευιν τον του Αλφαίου καθήμενον επι το τελώνιον, και λέγει αυτω, Ακολούθει μοι. και αναστας ηκολούθησεν αυτω. 15 Και γίνεται κατακεισθαι αυτον εν τη οικία αυτου, και πολλοι τελωναι και αμαρτωλοι συνανέκειντο τω Ιησου και τοις μαθηταις αυτου. ησαν γαρ πολλοι και ηκολούθουν αυτω. 16 και οι γραμματεις των Φαρισαίων ιδόντες οτι εσθίει μετα των αμαρτωλων και τελωνων ελεγον τοις μαθηταις αυτου, Οτι μετα των τελωνων και αμαρτωλων εσθίει; 17 και ακούσας ο Ιησους λέγει αυτοις οτι Ου χρείαν εχουσιν οι ισχύοντες ιατρου αλλ οι κακως εχοντες. ουκ ηλθον καλέσαι δικαίους αλλα αμαρτωλούς. 18 Και ησαν οι μαθηται Ιωάννου και οι Φαρισαιοι νηστεύοντες. και ερχονται και λέγουσιν αυτω, Δια τί οι μαθηται Ιωάννου και οι μαθηται των Φαρισαίων νηστεύουσιν, οι δε σοι μαθηται ου νηστεύουσιν; 19 και ειπεν αυτοις ο Ιησους, Μη δύνανται οι υιοι του νυμφωνος εν ω ο νυμφίος μετ' αυτων εστιν νηστεύειν; οσον χρόνον εχουσιν τον νυμφίον μετ' αυτων ου δύνανται νηστεύειν. 20 ελεύσονται δε ημέραι οταν απαρθη απ' αυτων ο νυμφίος, και τότε νηστεύσουσιν εν εκείνη τη ημέρα. 21 ουδεις επίβλημα ράκους αγνάφου επιράπτει επι ιμάτιον παλαιόν. ει δε μή, αιρει το πλήρωμα απ' αυτου το καινον του παλαιου, και χειρον σχίσμα γίνεται. 22 και ουδεις βάλλει οινον νέον εις ασκους παλαιούς,ς ει δε μή, ρήξει ο οινος τους ασκούς, και ο οινος απόλλυται και οι ασκοί,ί αλλα οινον νέον εις ασκους καινούς. 23 Και εγένετο αυτον εν τοις σάββασιν παραπορεύεσθαι δια των σπορίμων, και οι μαθηται αυτου ηρξαντο οδον ποιειν τίλλοντες τους στάχυας. 24 και οι Φαρισαιοι ελεγον αυτω, Ιδε τί ποιουσιν τοις σάββασιν ο ουκ εξεστιν; 25 και λέγει αυτοις, Ουδέποτε ανέγνωτε τί εποίησεν Δαυίδ, οτε χρείαν εσχεν και επείνασεν αυτος και οι μετ' αυτου; 26 πως εισηλθεν εις τον οικον του θεου επι Αβιαθαρ αρχιερέως και τους αρτους της προθέσεως εφαγεν, ους ουκ εξεστιν φαγειν ει μη τους ιερεις, και εδωκεν και τοις συν αυτω ουσιν; 27 και ελεγεν αυτοις, Το σάββατον δια τον ανθρωπον εγένετο και ουχ ο ανθρωπος δια το σάββατον. 28 ωστε κύριός εστιν ο υιος του ανθρώπου και του σαββάτου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου