Δευτέρα, 15 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
 4:1 Και πάλιν ηρξατο διδάσκειν παρα την θάλασσαν. και συνάγεται προς αυτον οχλος πλειστος, ωστε αυτον εις πλοιον εμβάντα καθησθαι εν τη θαλάσση, και πας ο οχλος προς την θάλασσαν επι της γης ησαν. 2 και εδίδασκεν αυτους εν παραβολαις πολλά, και ελεγεν αυτοις εν τη διδαχη αυτου, 3 Ακούετε. ιδου εξηλθεν ο σπείρων σπειραι. 4 και εγένετο εν τω σπείρειν ο μεν επεσεν παρα την οδόν, και ηλθεν τα πετεινα και κατέφαγεν αυτό. 5 και αλλο επεσεν επι το πετρωδες οπου ουκ ειχεν γην πολλήν, και ευθυς εξανέτειλεν δια το μη εχειν βάθος γης. 6 και οτε ανέτειλεν ο ηλιος εκαυματίσθη, και δια το μη εχειν ρίζαν εξηράνθη. 7 και αλλο επεσεν εις τας ακάνθας, και ανέβησαν αι ακανθαι και συνέπνιξαν αυτό, και καρπον ουκ εδωκεν. 8 και αλλα επεσεν εις την γην την καλήν, και εδίδου καρπον αναβαίνοντα και αυξανόμενα, και εφερεν εν τριάκοντα και εν εξήκοντα και εν εκατόν. 9 και ελεγεν, Ος εχει ωτα ακούειν ακουέτω. 10 Και οτε εγένετο κατα μόνας, ηρώτων αυτον οι περι αυτον συν τοις δώδεκα τας παραβολάς. 11 και ελεγεν αυτοις, Υμιν το μυστήριον δέδοται της βασιλείας του θεου. εκείνοις δε τοις εξω εν παραβολαις τα πάντα γίνεται, 12 ινα βλέποντες βλέπωσιν και μη ιδωσιν, και ακούοντες ακούωσιν και μη συνιωσιν, μήποτε επιστρέψωσιν και αφεθη αυτοις. 13 Και λέγει αυτοις, Ουκ οιδατε την παραβολην ταύτην, και πως πάσας τας παραβολας γνώσεσθε; 14 ο σπείρων τον λόγον σπείρει. 15 ουτοι δέ εισιν οι παρα την οδον οπου σπείρεται ο λόγος, και οταν ακούσωσιν ευθυς ερχεται ο Σατανας και αιρει τον λόγον τον εσπαρμένον εις αυτούς. 16 και ουτοί εισιν οι επι τα πετρώδη σπειρόμενοι, οι οταν ακούσωσιν τον λόγον ευθυς μετα χαρας λαμβάνουσιν αυτόν, 17 και ουκ εχουσιν ρίζαν εν εαυτοις αλλα πρόσκαιροί εισιν. ειτα γενομένης θλίψεως η διωγμου δια τον λόγον ευθυς σκανδαλίζονται. 18 και αλλοι εισιν οι εις τας ακάνθας σπειρόμενοι. ουτοί εισιν οι τον λόγον ακούσαντες, 19 και αι μέριμναι του αιωνος και η απάτη του πλούτου και αι περι τα λοιπα επιθυμίαι εισπορευόμεναι συμπνίγουσιν τον λόγον, και ακαρπος γίνεται. 20 και εκεινοί εισιν οι επι την γην την καλην σπαρέντες, οιτινες ακούουσιν τον λόγον και παραδέχονται και καρποφορουσιν εν τριάκοντα και εν εξήκοντα και εν εκατόν. 21 Και ελεγεν αυτοις, Μήτι ερχεται ο λύχνος ινα υπο τον μόδιον τεθη η υπο την κλίνην; ουχ ινα επι την λυχνίαν τεθη; 22 ου γάρ εστιν κρυπτον εαν μη ινα φανερωθη, ουδε εγένετο απόκρυφον αλλ ινα ελθη εις φανερόν. 23 ει τις εχει ωτα ακούειν ακουέτω. 24 Και ελεγεν αυτοις, Βλέπετε τί ακούετε. εν ω μέτρω μετρειτε μετρηθήσεται υμιν και προστεθήσεται υμιν. 25 ος γαρ εχει, δοθήσεται αυτω. και ος ουκ εχει, και ο εχει αρθήσεται απ' αυτου. 26 Και ελεγεν, Ουτως εστιν η βασιλεία του θεου ως ανθρωπος βάλη τον σπόρον επι της γης 27 και καθεύδη και εγείρηται νύκτα και ημέραν, και ο σπόρος βλαστα και μηκύνηται ως ουκ οιδεν αυτός. 28 αυτομάτη η γη καρποφορει, πρωτον χόρτον, ειτα στάχυν, ειτα πλήρης σιτον εν τω στάχυϊ. 29 οταν δε παραδοι ο καρπός, ευθυς αποστέλλει το δρέπανον, οτι παρέστηκεν ο θερισμός. 30 Και ελεγεν, Πως ομοιώσωμεν την βασιλείαν του θεου, η εν τίνι αυτην παραβολη θωμεν; 31 ως κόκκω σινάπεως, ος οταν σπαρη επι της γης, μικρότερον ον πάντων των σπερμάτων των επι της γης, 32 και οταν σπαρη, αναβαίνει και γίνεται μειζον πάντων των λαχάνων και ποιει κλάδους μεγάλους, ωστε δύνασθαι υπο την σκιαν αυτου τα πετεινα του ουρανου κατασκηνουν. 33 Και τοιαύταις παραβολαις πολλαις ελάλει αυτοις τον λόγον, καθως ηδύναντο ακούειν. 34 χωρις δε παραβολης ουκ ελάλει αυτοις, κατ' ιδίαν δε τοις ιδίοις μαθηταις επέλυεν πάντα. 35 Και λέγει αυτοις εν εκείνη τη ημέρα οψίας γενομένης, Διέλθωμεν εις το πέραν. 36 και αφέντες τον οχλον παραλαμβάνουσιν αυτον ως ην εν τω πλοίω, και αλλα πλοια ην μετ' αυτου. 37 και γίνεται λαιλαψ μεγάλη ανέμου, και τα κύματα επέβαλλεν εις το πλοιον, ωστε ηδη γεμίζεσθαι το πλοιον. 38 και αυτος ην εν τη πρύμνη επι το προσκεφάλαιον καθεύδων. και εγείρουσιν αυτον και λέγουσιν αυτω, Διδάσκαλε, ου μέλει σοι οτι απολλύμεθα; 39 και διεγερθεις επετίμησεν τω ανέμω και ειπεν τη θαλάσση, Σιώπα, πεφίμωσο. και εκόπασεν ο ανεμος, και εγένετο γαλήνη μεγάλη. 40 και ειπεν αυτοις, Τί δειλοί εστε; ουπω εχετε πίστιν; 41 και εφοβήθησαν φόβον μέγαν, και ελεγον προς αλλήλους, Τίς αρα ουτός εστιν οτι και ο ανεμος και η θάλασσα υπακούει αυτω; 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου