Τρίτη, 16 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
 5:1 Και ηλθον εις το πέραν της θαλάσσης εις την χώραν των Γερασηνων. 2 και εξελθόντος αυτου εκ του πλοίου ευθυς υπήντησεν αυτω εκ των μνημείων ανθρωπος εν πνεύματι ακαθάρτω, 3 ος την κατοίκησιν ειχεν εν τοις μνήμασιν. και ουδε αλύσει ουκέτι ουδεις εδύνατο αυτον δησαι, 4 δια το αυτον πολλάκις πέδαις και αλύσεσιν δεδέσθαι και διεσπάσθαι υπ' αυτου τας αλύσεις και τας πέδας συντετριφθαι, και ουδεις ισχυεν αυτον δαμάσαι. 5 και δια παντος νυκτος και ημέρας εν τοις μνήμασιν και εν τοις ορεσιν ην κράζων και κατακόπτων εαυτον λίθοις. 6 και ιδων τον Ιησουν απο μακρόθεν εδραμεν και προσεκύνησεν αυτω, 7 και κράξας φωνη μεγάλη λέγει, Τί εμοι και σοί, Ιησου υιε του θεου του υψίστου; ορκίζω σε τον θεόν, μή με βασανίσης. 8 ελεγεν γαρ αυτω, Εξελθε το πνευμα το ακάθαρτον εκ του ανθρώπου. 9 και επηρώτα αυτόν, Τί ονομά σοι; και λέγει αυτω, Λεγιων ονομά μοι, οτι πολλοί εσμεν. 10 και παρεκάλει αυτον πολλα ινα μη αυτα αποστείλη εξω της χώρας. 11 Ην δε εκει προς τω ορει αγέλη χοίρων μεγάλη βοσκομένη. 12 και παρεκάλεσαν αυτον λέγοντες, Πέμψον ημας εις τους χοίρους, ινα εις αυτους εισέλθωμεν. 13 και επέτρεψεν αυτοις. και εξελθόντα τα πνεύματα τα ακάθαρτα εισηλθον εις τους χοίρους, και ωρμησεν η αγέλη κατα του κρημνου εις την θάλασσαν, ως δισχίλιοι, και επνίγοντο εν τη θαλάσση. 14 και οι βόσκοντες αυτους εφυγον και απήγγειλαν εις την πόλιν και εις τους αγρούς. και ηλθον ιδειν τί εστιν το γεγονός. 15 και ερχονται προς τον Ιησουν, και θεωρουσιν τον δαιμονιζόμενον καθήμενον ιματισμένον και σωφρονουντα, τον εσχηκότα τον λεγιωνα, και εφοβήθησαν. 16 και διηγήσαντο αυτοις οι ιδόντες πως εγένετο τω δαιμονιζομένω και περι των χοίρων. 17 και ηρξαντο παρακαλειν αυτον απελθειν απο των ορίων αυτων. 18 και εμβαίνοντος αυτου εις το πλοιον παρεκάλει αυτον ο δαιμονισθεις ινα μετ' αυτου η. 19 και ουκ αφηκεν αυτόν, αλλα λέγει αυτω, Υπαγε εις τον οικόν σου προς τους σούς, και απάγγειλον αυτοις οσα ο κύριός σοι πεποίηκεν και ηλέησέν σε. 20 και απηλθεν και ηρξατο κηρύσσειν εν τη Δεκαπόλει οσα εποίησεν αυτω ο Ιησους, και πάντες εθαύμαζον. 21 Και διαπεράσαντος του Ιησου εν τω πλοίω πάλιν εις το πέραν συνήχθη οχλος πολυς επ' αυτόν, και ην παρα την θάλασσαν. 22 και ερχεται εις των αρχισυναγώγων, ονόματι Ιάϊρος, και ιδων αυτον πίπτει προς τους πόδας αυτου 23 και παρακαλει αυτον πολλα λέγων οτι Το θυγάτριόν μου εσχάτως εχει, ινα ελθων επιθης τας χειρας αυτη ινα σωθη και ζήση. 24 και απηλθεν μετ' αυτου. Και ηκολούθει αυτω οχλος πολύς, και συνέθλιβον αυτόν. 25 και γυνη ουσα εν ρύσει αιματος δώδεκα ετη26 και πολλα παθουσα υπο πολλων ιατρων και δαπανήσασα τα παρ' αυτης πάντα και μηδεν ωφεληθεισα αλλα μαλλον εις το χειρον ελθουσα, 27 ακούσασα περι του Ιησου, ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματίου αυτου. 28 ελεγεν γαρ οτι Εαν αψωμαι καν των ιματίων αυτου σωθήσομαι. 29 και ευθυς εξηράνθη η πηγη του αιματος αυτης, και εγνω τω σώματι οτι ιαται απο της μάστιγος. 30 και ευθυς ο Ιησους επιγνους εν εαυτω την εξ αυτου δύναμιν εξελθουσαν επιστραφεις εν τω οχλω ελεγεν, Τίς μου ηψατο των ιματίων; 31 και ελεγον αυτω οι μαθηται αυτου, Βλέπεις τον οχλον συνθλίβοντά σε, και λέγεις, Τίς μου ηψατο; 32 και περιεβλέπετο ιδειν την τουτο ποιήσασαν. 33 η δε γυνη φοβηθεισα και τρέμουσα, ειδυια ο γέγονεν αυτη, ηλθεν και προσέπεσεν αυτω και ειπεν αυτω πασαν την αλήθειαν. 34 ο δε ειπεν αυτη, Θυγάτηρ, η πίστις σου σέσωκέν σε. υπαγε εις ειρήνην, και ισθι υγιης απο της μάστιγός σου. 35 Ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγώγου λέγοντες οτι Η θυγάτηρ σου απέθανεν. τί ετι σκύλλεις τον διδάσκαλον; 36 ο δε Ιησους παρακούσας τον λόγον λαλούμενον λέγει τω αρχισυναγώγω, Μη φοβου, μόνον πίστευε. 37 και ουκ αφηκεν ουδένα μετ' αυτου συνακολουθησαι ει μη τον Πέτρον και Ιάκωβον και Ιωάννην τον αδελφον Ιακώβου. 38 και ερχονται εις τον οικον του αρχισυναγώγου, και θεωρει θόρυβον και κλαίοντας και αλαλάζοντας πολλά, 39 και εισελθων λέγει αυτοις, Τί θορυβεισθε και κλαίετε; το παιδίον ουκ απέθανεν αλλα καθεύδει. 40 και κατεγέλων αυτου. αυτος δε εκβαλων πάντας παραλαμβάνει τον πατέρα του παιδίου και την μητέρα και τους μετ' αυτου, και εισπορεύεται οπου ην το παιδίον. 41 και κρατήσας της χειρος του παιδίου λέγει αυτη, Ταλιθα κουμ, ο εστιν μεθερμηνευόμενον Το κοράσιον, σοι λέγω, εγειρε. 42 και ευθυς ανέστη το κοράσιον και περιεπάτει, ην γαρ ετων δώδεκα. και εξέστησαν ευθυς εκστάσει μεγάλη. 43 και διεστείλατο αυτοις πολλα ινα μηδεις γνοι τουτο, και ειπεν δοθηναι αυτη φαγειν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου