Τετάρτη, 24 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
6:1 Και εξηλθεν εκειθεν, και ερχεται εις την πατρίδα αυτου, και ακολουθουσιν αυτω οι μαθηται αυτου. 2 και γενομένου σαββάτου ηρξατο διδάσκειν εν τη συναγωγη. και πολλοι ακούοντες εξεπλήσσοντο λέγοντες, Πόθεν τούτω ταυτα, και τίς η σοφία η δοθεισα τούτω και αι δυνάμεις τοιαυται δια των χειρων αυτου γινόμεναι; 3 ουχ ουτός εστιν ο τέκτων, ο υιος της Μαρίας και αδελφος Ιακώβου και Ιωσητος και Ιούδα και Σίμωνος; και ουκ εισιν αι αδελφαι αυτου ωδε προς ημας; και εσκανδαλίζοντο εν αυτω. 4 και ελεγεν αυτοις ο Ιησους οτι Ουκ εστιν προφήτης ατιμος ει μη εν τη πατρίδι αυτου και εν τοις συγγενευσιν αυτου και εν τη οικία αυτου. 5 και ουκ εδύνατο εκει ποιησαι ουδεμίαν δύναμιν, ει μη ολίγοις αρρώστοις επιθεις τας χειρας εθεράπευσεν. 6 και εθαύμαζεν δια την απιστίαν αυτων. Και περιηγεν τας κώμας κύκλω διδάσκων. 7 και προσκαλειται τους δώδεκα, και ηρξατο αυτους αποστέλλειν δύο δύο, και εδίδου αυτοις εξουσίαν των πνευμάτων των ακαθάρτων. 8 και παρήγγειλεν αυτοις ινα μηδεν αιρωσιν εις οδον ει μη ράβδον μόνον, μη αρτον, μη πήραν, μη εις την ζώνην χαλκόν, 9 αλλα υποδεδεμένους σανδάλια και μη ενδύσησθε δύο χιτωνας. 10 και ελεγεν αυτοις, Οπου εαν εισέλθητε εις οικίαν, εκει μένετε εως αν εξέλθητε εκειθεν. 11 και ος αν τόπος μη δέξηται υμας μηδε ακούσωσιν υμων, εκπορευόμενοι εκειθεν εκτινάξατε τον χουν τον υποκάτω των ποδων υμων εις μαρτύριον αυτοις. 12 Και εξελθόντες εκήρυξαν ινα μετανοωσιν, 13 και δαιμόνια πολλα εξέβαλλον, και ηλειφον ελαίω πολλους αρρώστους και εθεράπευον. 14 Και ηκουσεν ο βασιλευς Ηρώδης, φανερον γαρ εγένετο το ονομα αυτου, και ελεγον οτι Ιωάννης ο βαπτίζων εγήγερται εκ νεκρων, και δια τουτο ενεργουσιν αι δυνάμεις εν αυτω. 15 αλλοι δε ελεγον οτι Ηλίας εστίν. αλλοι δε ελεγον οτι προφήτης ως εις των προφητων. 16 ακούσας δε ο Ηρώδης ελεγεν, Ον εγω απεκεφάλισα Ιωάννην, ουτος ηγέρθη. 17 Αυτος γαρ ο Ηρώδης αποστείλας εκράτησεν τον Ιωάννην και εδησεν αυτον εν φυλακη δια Ηρωδιάδα την γυναικα Φιλίππου του αδελφου αυτου, οτι αυτην εγάμησεν. 18 ελεγεν γαρ ο Ιωάννης τω Ηρώδη οτι Ουκ εξεστίν σοι εχειν την γυναικα του αδελφου σου. 19 η δε Ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι, και ουκ ηδύνατο. 20 ο γαρ Ηρώδης εφοβειτο τον Ιωάννην, ειδως αυτον ανδρα δίκαιον και αγιον, και συνετήρει αυτόν, και ακούσας αυτου πολλα ηπόρει, και ηδέως αυτου ηκουεν. 21 Και γενομένης ημέρας ευκαίρου οτε Ηρώδης τοις γενεσίοις αυτου δειπνον εποίησεν τοις μεγιστασιν αυτου και τοις χιλιάρχοις και τοις πρώτοις της Γαλιλαίας, 22 και εισελθούσης της θυγατρος αυτου Ηρωδιάδος και ορχησαμένης, ηρεσεν τω Ηρώδη και τοις συνανακειμένοις. ειπεν ο βασιλευς τω κορασίω, Αιτησόν με ο εαν θέλης, και δώσω σοι. 23 και ωμοσεν αυτη πολλά, Ο τι εάν με αιτήσης δώσω σοι εως ημίσους της βασιλείας μου. 24 και εξελθουσα ειπεν τη μητρι αυτης, Τί αιτήσωμαι; η δε ειπεν, Την κεφαλην Ιωάννου του βαπτίζοντος. 25 και εισελθουσα ευθυς μετα σπουδης προς τον βασιλέα ητήσατο λέγουσα, Θέλω ινα εξαυτης δως μοι επι πίνακι την κεφαλην Ιωάννου του βαπτιστου. 26 και περίλυπος γενόμενος ο βασιλευς δια τους ορκους και τους ανακειμένους ουκ ηθέλησεν αθετησαι αυτήν. 27 και ευθυς αποστείλας ο βασιλευς σπεκουλάτορα επέταξεν ενέγκαι την κεφαλην αυτου. και απελθων απεκεφάλισεν αυτον εν τη φυλακη28 και ηνεγκεν την κεφαλην αυτου επι πίνακι και εδωκεν αυτην τω κορασίω, και το κοράσιον εδωκεν αυτην τη μητρι αυτης. 29 και ακούσαντες οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημείω. 30 Και συνάγονται οι απόστολοι προς τον Ιησουν, και απήγγειλαν αυτω πάντα οσα εποίησαν και οσα εδίδαξαν. 31 και λέγει αυτοις, Δευτε υμεις αυτοι κατ' ιδίαν εις ερημον τόπον και αναπαύσασθε ολίγον. ησαν γαρ οι ερχόμενοι και οι υπάγοντες πολλοί, και ουδε φαγειν ευκαίρουν. 32 και απηλθον εν τω πλοίω εις ερημον τόπον κατ' ιδίαν. 33 και ειδον αυτους υπάγοντας και επέγνωσαν πολλοί, και πεζη απο πασων των πόλεων συνέδραμον εκει και προηλθον αυτούς. 34 και εξελθων ειδεν πολυν οχλον, και εσπλαγχνίσθη επ' αυτους οτι ησαν ως πρόβατα μη εχοντα ποιμένα, και ηρξατο διδάσκειν αυτους πολλά. 35 Και ηδη ωρας πολλης γενομένης προσελθόντες αυτω οι μαθηται αυτου ελεγον οτι Ερημός εστιν ο τόπος, και ηδη ωρα πολλή. 36 απόλυσον αυτούς, ινα απελθόντες εις τους κύκλω αγρους και κώμας αγοράσωσιν εαυτοις τί φάγωσιν. 37 ο δε αποκριθεις ειπεν αυτοις, Δότε αυτοις υμεις φαγειν. και λέγουσιν αυτω, Απελθόντες αγοράσωμεν δηναρίων διακοσίων αρτους και δώσομεν αυτοις φαγειν; 38 ο δε λέγει αυτοις, Πόσους αρτους εχετε; υπάγετε ιδετε. και γνόντες λέγουσιν, Πέντε, και δύο ιχθύας. 39 και επέταξεν αυτοις ανακλιναι πάντας συμπόσια συμπόσια επι τω χλωρω χόρτω. 40 και ανέπεσαν πρασιαι πρασιαι κατα εκατον και κατα πεντήκοντα. 41 και λαβων τους πέντε αρτους και τους δύο ιχθύας αναβλέψας εις τον ουρανον ευλόγησεν και κατέκλασεν τους αρτους και εδίδου τοις μαθηταις αυτου ινα παρατιθωσιν αυτοις, και τους δύο ιχθύας εμέρισεν πασιν. 42 και εφαγον πάντες και εχορτάσθησαν. 43 και ηραν κλάσματα δώδεκα κοφίνων πληρώματα και απο των ιχθύων. 44 και ησαν οι φαγόντες τους αρτους πεντακισχίλιοι ανδρες. 45 Και ευθυς ηνάγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προάγειν εις το πέραν προς Βηθσαϊδάν, εως αυτος απολύει τον οχλον. 46 και αποταξάμενος αυτοις απηλθεν εις το ορος προσεύξασθαι. 47 και οψίας γενομένης ην το πλοιον εν μέσω της θαλάσσης, και αυτος μόνος επι της γης. 48 και ιδων αυτους βασανιζομένους εν τω ελαύνειν, ην γαρ ο ανεμος εναντίος αυτοις, περι τετάρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλάσσης. και ηθελεν παρελθειν αυτούς. 49 οι δε ιδόντες αυτον επι της θαλάσσης περιπατουντα εδοξαν οτι φάντασμά εστιν, και ανέκραξαν. 50 πάντες γαρ αυτον ειδον και εταράχθησαν. ο δε ευθυς ελάλησεν μετ' αυτων, και λέγει αυτοις, Θαρσειτε, εγώ ειμι. μη φοβεισθε. 51 και ανέβη προς αυτους εις το πλοιον, και εκόπασεν ο ανεμος. και λίαν εκ περισσου εν εαυτοις εξίσταντο, 52 ου γαρ συνηκαν επι τοις αρτοις, αλλ ην αυτων η καρδία πεπωρωμένη. 53 Και διαπεράσαντες επι την γην ηλθον εις Γεννησαρετ και προσωρμίσθησαν. 54 και εξελθόντων αυτων εκ του πλοίου ευθυς επιγνόντες αυτον 55 περιέδραμον ολην την χώραν εκείνην και ηρξαντο επι τοις κραβάττοις τους κακως εχοντας περιφέρειν οπου ηκουον οτι εστίν. 56 και οπου αν εισεπορεύετο εις κώμας η εις πόλεις η εις αγρους εν ταις αγοραις ετίθεσαν τους ασθενουντας, και παρεκάλουν αυτον ινα καν του κρασπέδου του ιματίου αυτου αψωνται. και οσοι αν ηψαντο αυτου εσώζοντο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου