Παρασκευή, 26 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
 8:1 Εν εκείναις ταις ημέραις πάλιν πολλου οχλου οντος και μη εχόντων τί φάγωσιν, προσκαλεσάμενος τους μαθητας λέγει αυτοις, 2 Σπλαγχνίζομαι επι τον οχλον οτι ηδη ημέραι τρεις προσμένουσίν μοι και ουκ εχουσιν τί φάγωσιν. 3 και εαν απολύσω αυτους νήστεις εις οικον αυτων, εκλυθήσονται εν τη οδω. καί τινες αυτων απο μακρόθεν ηκασιν. 4 και απεκρίθησαν αυτω οι μαθηται αυτου οτι Πόθεν τούτους δυνήσεταί τις ωδε χορτάσαι αρτων επ' ερημίας; 5 και ηρώτα αυτούς, Πόσους εχετε αρτους; οι δε ειπαν, Επτά. 6 και παραγγέλλει τω οχλω αναπεσειν επι της γης. και λαβων τους επτα αρτους ευχαριστήσας εκλασεν και εδίδου τοις μαθηταις αυτου ινα παρατιθωσιν και παρέθηκαν τω οχλω. 7 και ειχον ιχθύδια ολίγα. και ευλογήσας αυτα ειπεν και ταυτα παρατιθέναι. 8 και εφαγον και εχορτάσθησαν, και ηραν περισσεύματα κλασμάτων επτα σπυρίδας. 9 ησαν δε ως τετρακισχίλιοι. και απέλυσεν αυτούς. 10 Και ευθυς εμβας εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μέρη Δαλμανουθά. 11 Και εξηλθον οι Φαρισαιοι και ηρξαντο συζητειν αυτω, ζητουντες παρ' αυτου σημειον απο του ουρανου, πειράζοντες αυτόν. 12 και αναστενάξας τω πνεύματι αυτου λέγει, Τί η γενεα αυτη ζητει σημειον; αμην λέγω υμιν, ει δοθήσεται τη γενεα ταύτη σημειον. 13 και αφεις αυτους πάλιν εμβας απηλθεν εις το πέραν. 14 Και επελάθοντο λαβειν αρτους, και ει μη ενα αρτον ουκ ειχον μεθ' εαυτων εν τω πλοίω. 15 και διεστέλλετο αυτοις λέγων, Ορατε, βλέπετε απο της ζύμης των Φαρισαίων και της ζύμης Ηρώδου. 16 και διελογίζοντο προς αλλήλους οτι Αρτους ουκ εχουσιν. 17 και γνους λέγει αυτοις, Τί διαλογίζεσθε οτι αρτους ουκ εχετε; ουπω νοειτε ουδε συνίετε; πεπωρωμένην εχετε την καρδίαν υμων; 18 οφθαλμους εχοντες ου βλέπετε και ωτα εχοντες ουκ ακούετε; και ου μνημονεύετε, 19 οτε τους πέντε αρτους εκλασα εις τους πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ηρατε; λέγουσιν αυτω, Δώδεκα. 20 Οτε τους επτα εις τους τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ηρατε; και λέγουσιν αυτω, Επτά. 21 και ελεγεν αυτοις, Ουπω συνίετε; 22 Και ερχονται εις Βηθσαϊδάν. και φέρουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται. 23 και επιλαβόμενος της χειρος του τυφλου εξήνεγκεν αυτον εξω της κώμης, και πτύσας εις τα ομματα αυτου, επιθεις τας χειρας αυτω, επηρώτα αυτόν, Ει τι βλέπεις; 24 και αναβλέψας ελεγεν, Βλέπω τους ανθρώπους, οτι ως δένδρα ορω περιπατουντας. 25 ειτα πάλιν επέθηκεν τας χειρας επι τους οφθαλμους αυτου, και διέβλεψεν, και απεκατέστη, και ενέβλεπεν τηλαυγως απαντα. 26 και απέστειλεν αυτον εις οικον αυτου λέγων, Μηδε εις την κώμην εισέλθης. 27 Και εξηλθεν ο Ιησους και οι μαθηται αυτου εις τας κώμας Καισαρείας της Φιλίππου. και εν τη οδω επηρώτα τους μαθητας αυτου λέγων αυτοις, Τίνα με λέγουσιν οι ανθρωποι ειναι; 28 οι δε ειπαν αυτω λέγοντες οτι Ιωάννην τον βαπτιστήν, και αλλοι, Ηλίαν, αλλοι δε οτι εις των προφητων. 29 και αυτος επηρώτα αυτούς, Υμεις δε τίνα με λέγετε ειναι; αποκριθεις ο Πέτρος λέγει αυτω, Συ ει ο Χριστός. 30 και επετίμησεν αυτοις ινα μηδενι λέγωσιν περι αυτου. 31 Και ηρξατο διδάσκειν αυτους οτι δει τον υιον του ανθρώπου πολλα παθειν και αποδοκιμασθηναι υπο των πρεσβυτέρων και των αρχιερέων και των γραμματέων και αποκτανθηναι και μετα τρεις ημέρας αναστηναι. 32 και παρρησία τον λόγον ελάλει. και προσλαβόμενος ο Πέτρος αυτον ηρξατο επιτιμαν αυτω. 33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετίμησεν Πέτρω και λέγει, Υπαγε οπίσω μου, Σατανα, οτι ου φρονεις τα του θεου αλλα τα των ανθρώπων. 34 Και προσκαλεσάμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις, Ει τις θέλει οπίσω μου ακολουθειν, απαρνησάσθω εαυτον και αράτω τον σταυρον αυτου και ακολουθείτω μοι. 35 ος γαρ εαν θέλη την ψυχην αυτου σωσαι απολέσει αυτήν. ος δ αν απολέσει την ψυχην αυτου ενεκεν εμου και του ευαγγελίου σώσει αυτήν. 36 τί γαρ ωφελει ανθρωπον κερδησαι τον κόσμον ολον και ζημιωθηναι την ψυχην αυτου; 37 τί γαρ δοι ανθρωπος αντάλλαγμα της ψυχης αυτου; 38 ος γαρ εαν επαισχυνθη με και τους εμους λόγους εν τη γενεα ταύτη τη μοιχαλίδι και αμαρτωλω, και ο υιος του ανθρώπου επαισχυνθήσεται αυτον οταν ελθη εν τη δόξη του πατρος αυτου μετα των αγγέλων των αγίων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου