Δευτέρα, 29 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
 10:1 Και εκειθεν αναστας ερχεται εις τα ορια της Ιουδαίας και πέραν του Ιορδάνου, και συμπορεύονται πάλιν οχλοι προς αυτόν, και ως ειώθει πάλιν εδίδασκεν αυτούς. 2 και προσελθόντες Φαρισαιοι επηρώτων αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι, πειράζοντες αυτόν. 3 ο δε αποκριθεις ειπεν αυτοις, Τί υμιν ενετείλατο Μωϋσης; 4 οι δε ειπαν, Επέτρεψεν Μωϋσης βιβλίον αποστασίου γράψαι και απολυσαι. 5 ο δε Ιησους ειπεν αυτοις, Προς την σκληροκαρδίαν υμων εγραψεν υμιν την εντολην ταύτην. 6 απο δε αρχης κτίσεως αρσεν και θηλυ εποίησεν αυτούς. 7 ενεκεν τούτου καταλείψει ανθρωπος τον πατέρα αυτου και την μητέρα και προσκολληθήσεται προς την γυναικα αυτου, 8 και εσονται οι δύο εις σάρκα μίαν. ωστε ουκέτι εισιν δύο αλλα μία σάρξ. 9 ο ουν ο θεος συνέζευξεν ανθρωπος μη χωριζέτω. 10 Και εις την οικίαν πάλιν οι μαθηται περι τούτου επηρώτων αυτόν. 11 και λέγει αυτοις, Ος αν απολύση την γυναικα αυτου και γαμήση αλλην μοιχαται επ' αυτήν, 12 και εαν αυτη απολύσασα τον ανδρα αυτης γαμήση αλλον μοιχαται. 13 Και προσέφερον αυτω παιδία ινα αυτων αψηται. οι δε μαθηται επετίμησαν αυτοις. 14 ιδων δε ο Ιησους ηγανάκτησεν και ειπεν αυτοις, Αφετε τα παιδία ερχεσθαι πρός με, μη κωλύετε αυτά, των γαρ τοιούτων εστιν η βασιλεία του θεου. 15 αμην λέγω υμιν, ος αν μη δέξηται την βασιλείαν του θεου ως παιδίον, ου μη εισέλθη εις αυτήν. 16 και εναγκαλισάμενος αυτα κατευλόγει τιθεις τας χειρας επ' αυτά. 17 Και εκπορευομένου αυτου εις οδον προσδραμων εις και γονυπετήσας αυτον επηρώτα αυτόν, Διδάσκαλε αγαθέ, τί ποιήσω ινα ζωην αιώνιον κληρονομήσω; 18 ο δε Ιησους ειπεν αυτω, Τί με λέγεις αγαθόν; ουδεις αγαθος ει μη εις ο θεός. 19 τας εντολας οιδας. Μη φονεύσης, Μη μοιχεύσης, Μη κλέψης, Μη ψευδομαρτυρήσης, Μη αποστερήσης, Τίμα τον πατέρα σου και την μητέρα. 20 ο δε εφη αυτω, Διδάσκαλε, ταυτα πάντα εφυλαξάμην εκ νεότητός μου. 21 ο δε Ιησους εμβλέψας αυτω ηγάπησεν αυτον και ειπεν αυτω, Εν σε υστερει. υπαγε οσα εχεις πώλησον και δος τοις πτωχοις, και εξεις θησαυρον εν ουρανω, και δευρο ακολούθει μοι. 22 ο δε στυγνάσας επι τω λόγω απηλθεν λυπούμενος, ην γαρ εχων κτήματα πολλά. 23 Και περιβλεψάμενος ο Ιησους λέγει τοις μαθηταις αυτου, Πως δυσκόλως οι τα χρήματα εχοντες εις την βασιλείαν του θεου εισελεύσονται. 24 οι δε μαθηται εθαμβουντο επι τοις λόγοις αυτου. ο δε Ιησους πάλιν αποκριθεις λέγει αυτοις, Τέκνα, πως δύσκολόν εστιν εις την βασιλείαν του θεου εισελθειν. 25 ευκοπώτερόν εστιν κάμηλον δια της τρυμαλιας της ραφίδος διελθειν η πλούσιον εις την βασιλείαν του θεου εισελθειν. 26 οι δε περισσως εξεπλήσσοντο λέγοντες προς εαυτούς, Και τίς δύναται σωθηναι; 27 εμβλέψας αυτοις ο Ιησους λέγει, Παρα ανθρώποις αδύνατον αλλ ου παρα θεω, πάντα γαρ δυνατα παρα τω θεω. 28 Ηρξατο λέγειν ο Πέτρος αυτω, Ιδου ημεις αφήκαμεν πάντα και ηκολουθήκαμέν σοι. 29 εφη ο Ιησους, Αμην λέγω υμιν, ουδείς εστιν ος αφηκεν οικίαν η αδελφους η αδελφας η μητέρα η πατέρα η τέκνα η αγρους ενεκεν εμου και ενεκεν του ευαγγελίου, 30 εαν μη λάβη εκατονταπλασίονα νυν εν τω καιρω τούτω οικίας και αδελφους και αδελφας και μητέρας και τέκνα και αγρους μετα διωγμων, και εν τω αιωνι τω ερχομένω ζωην αιώνιον. 31 πολλοι δε εσονται πρωτοι εσχατοι και οι εσχατοι πρωτοι. 32 Ησαν δε εν τη οδω αναβαίνοντες εις Ιεροσόλυμα, και ην προάγων αυτους ο Ιησους, και εθαμβουντο, οι δε ακολουθουντες εφοβουντο. και παραλαβων πάλιν τους δώδεκα ηρξατο αυτοις λέγειν τα μέλλοντα αυτω συμβαίνειν, 33 οτι Ιδου αναβαίνομεν εις Ιεροσόλυμα, και ο υιος του ανθρώπου παραδοθήσεται τοις αρχιερευσιν και τοις γραμματευσιν, και κατακρινουσιν αυτον θανάτω και παραδώσουσιν αυτον τοις εθνεσιν 34 και εμπαίξουσιν αυτω και εμπτύσουσιν αυτω και μαστιγώσουσιν αυτον και αποκτενουσιν, και μετα τρεις ημέρας αναστήσεται. 35 Και προσπορεύονται αυτω Ιάκωβος και Ιωάννης οι υιοι Ζεβεδαίου λέγοντες αυτω, Διδάσκαλε, θέλομεν ινα ο εαν αιτήσωμέν σε ποιήσης ημιν. 36 ο δε ειπεν αυτοις, Τί θέλετέ με ποιήσω υμιν; 37 οι δε ειπαν αυτω, Δος ημιν ινα εις σου εκ δεξιων και εις εξ αριστερων καθίσωμεν εν τη δόξη σου. 38 ο δε Ιησους ειπεν αυτοις, Ουκ οιδατε τί αιτεισθε. δύνασθε πιειν το ποτήριον ο εγω πίνω, η το βάπτισμα ο εγω βαπτίζομαι βαπτισθηναι; 39 οι δε ειπαν αυτω, Δυνάμεθα. ο δε Ιησους ειπεν αυτοις, Το ποτήριον ο εγω πίνω πίεσθε και το βάπτισμα ο εγω βαπτίζομαι βαπτισθήσεσθε, 40 το δε καθίσαι εκ δεξιων μου η εξ ευωνύμων ουκ εστιν εμον δουναι, αλλ οις ητοίμασται. 41 Και ακούσαντες οι δέκα ηρξαντο αγανακτειν περι Ιακώβου και Ιωάννου. 42 και προσκαλεσάμενος αυτους ο Ιησους λέγει αυτοις, Οιδατε οτι οι δοκουντες αρχειν των εθνων κατακυριεύουσιν αυτων και οι μεγάλοι αυτων κατεξουσιάζουσιν αυτων. 43 ουχ ουτως δέ εστιν εν υμιν. αλλ ος αν θέλη μέγας γενέσθαι εν υμιν, εσται υμων διάκονος, 44 και ος αν θέλη εν υμιν ειναι πρωτος, εσται πάντων δουλος. 45 και γαρ ο υιος του ανθρώπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λύτρον αντι πολλων. 46 Και ερχονται εις Ιεριχώ. και εκπορευομένου αυτου απο Ιεριχω και των μαθητων αυτου και οχλου ικανου ο υιος Τιμαίου Βαρτιμαιος τυφλος προσαίτης εκάθητο παρα την οδόν. 47 και ακούσας οτι Ιησους ο Ναζαρηνός εστιν ηρξατο κράζειν και λέγειν, Υιε Δαυιδ Ιησου, ελέησόν με. 48 και επετίμων αυτω πολλοι ινα σιωπήση. ο δε πολλω μαλλον εκραζεν, Υιε Δαυίδ, ελέησόν με. 49 και στας ο Ιησους ειπεν, Φωνήσατε αυτόν. και φωνουσιν τον τυφλον λέγοντες αυτω, Θάρσει, εγειρε, φωνει σε. 50 ο δε αποβαλων το ιμάτιον αυτου αναπηδήσας ηλθεν προς τον Ιησουν. 51 και αποκριθεις αυτω ο Ιησους ειπεν, Τί σοι θέλεις ποιήσω; ο δε τυφλος ειπεν αυτω, Ραββουνι, ινα αναβλέψω. 52 και ο Ιησους ειπεν αυτω, Υπαγε, η πίστις σου σέσωκέν σε. και ευθυς ανέβλεψεν, και ηκολούθει αυτω εν τη οδω. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου