Παρασκευή, 5 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
26:1 Και εγένετο οτε ετέλεσεν ο Ιησους πάντας τους λόγους τούτους, ειπεν τοις μαθηταις αυτου, 2 Οιδατε οτι μετα δύο ημέρας το πάσχα γίνεται, και ο υιος του ανθρώπου παραδίδοται εις το σταυρωθηναι. 3 Τότε συνήχθησαν οι αρχιερεις και οι πρεσβύτεροι του λαου εις την αυλην του αρχιερέως του λεγομένου Καϊάφα, 4 και συνεβουλεύσαντο ινα τον Ιησουν δόλω κρατήσωσιν και αποκτείνωσιν. 5 ελεγον δέ, Μη εν τη εορτη, ινα μη θόρυβος γένηται εν τω λαω. 6 Του δε Ιησου γενομένου εν Βηθανία εν οικία Σίμωνος του λεπρου, 7 προσηλθεν αυτω γυνη εχουσα αλάβαστρον μύρου βαρυτίμου και κατέχεεν επι της κεφαλης αυτου ανακειμένου. 8 ιδόντες δε οι μαθηται ηγανάκτησαν λέγοντες, Εις τί η απώλεια αυτη; 9 εδύνατο γαρ τουτο πραθηναι πολλου και δοθηναι πτωχοις. 10 γνους δε ο Ιησους ειπεν αυτοις, Τί κόπους παρέχετε τη γυναικί; εργον γαρ καλον ηργάσατο εις εμέ. 11 πάντοτε γαρ τους πτωχους εχετε μεθ' εαυτων, εμε δε ου πάντοτε εχετε. 12 βαλουσα γαρ αυτη το μύρον τουτο επι του σώματός μου προς το ενταφιάσαι με εποίησεν. 13 αμην λέγω υμιν, οπου εαν κηρυχθη το ευαγγέλιον τουτο εν ολω τω κόσμω, λαληθήσεται και ο εποίησεν αυτη εις μνημόσυνον αυτης. 14 Τότε πορευθεις εις των δώδεκα, ο λεγόμενος Ιούδας Ισκαριώτης, προς τους αρχιερεις 15 ειπεν, Τί θέλετέ μοι δουναι καγω υμιν παραδώσω αυτόν; οι δε εστησαν αυτω τριάκοντα αργύρια. 16 και απο τότε εζήτει ευκαιρίαν ινα αυτον παραδω. 17 Τη δε πρώτη των αζύμων προσηλθον οι μαθηται τω Ιησου λέγοντες, Που θέλεις ετοιμάσωμέν σοι φαγειν το πάσχα; 18 ο δε ειπεν, Υπάγετε εις την πόλιν προς τον δεινα και ειπατε αυτω, Ο διδάσκαλος λέγει, Ο καιρός μου εγγύς εστιν. προς σε ποιω το πάσχα μετα των μαθητων μου. 19 και εποίησαν οι μαθηται ως συνέταξεν αυτοις ο Ιησους, και ητοίμασαν το πάσχα. 20 Οψίας δε γενομένης ανέκειτο μετα των δώδεκα. 21 και εσθιόντων αυτων ειπεν, Αμην λέγω υμιν οτι εις εξ υμων παραδώσει με. 22 και λυπούμενοι σφόδρα ηρξαντο λέγειν αυτω εις εκαστος, Μήτι εγώ ειμι, κύριε; 23 ο δε αποκριθεις ειπεν, Ο εμβάψας μετ' εμου την χειρα εν τω τρυβλίω ουτός με παραδώσει. 24 ο μεν υιος του ανθρώπου υπάγει καθως γέγραπται περι αυτου, ουαι δε τω ανθρώπω εκείνω δι' ου ο υιος του ανθρώπου παραδίδοται. καλον ην αυτω ει ουκ εγεννήθη ο ανθρωπος εκεινος. 25 αποκριθεις δε Ιούδας ο παραδιδους αυτον ειπεν, Μήτι εγώ ειμι, ραββί; λέγει αυτω, Συ ειπας. 26 Εσθιόντων δε αυτων λαβων ο Ιησους αρτον και ευλογήσας εκλασεν και δους τοις μαθηταις ειπεν, Λάβετε φάγετε, τουτό εστιν το σωμά μου. 27 και λαβων ποτήριον και ευχαριστήσας εδωκεν αυτοις λέγων, Πίετε εξ αυτου πάντες, 28 τουτο γάρ εστιν το αιμά μου της διαθήκης το περι πολλων εκχυννόμενον εις αφεσιν αμαρτιων. 29 λέγω δε υμιν, ου μη πίω απ' αρτι εκ τούτου του γενήματος της αμπέλου εως της ημέρας εκείνης οταν αυτο πίνω μεθ' υμων καινον εν τη βασιλεία του πατρός μου. 30 Και υμνήσαντες εξηλθον εις το Ορος των Ελαιων. 31 Τότε λέγει αυτοις ο Ιησους, Πάντες υμεις σκανδαλισθήσεσθε εν εμοι εν τη νυκτι ταύτη, γέγραπται γάρ, Πατάξω τον ποιμένα, και διασκορπισθήσονται τα πρόβατα της ποίμνης. 32 μετα δε το εγερθηναί με προάξω υμας εις την Γαλιλαίαν. 33 αποκριθεις δε ο Πέτρος ειπεν αυτω, Ει πάντες σκανδαλισθήσονται εν σοί, εγω ουδέποτε σκανδαλισθήσομαι. 34 εφη αυτω ο Ιησους, Αμην λέγω σοι οτι εν ταύτη τη νυκτι πριν αλέκτορα φωνησαι τρις απαρνήση με. 35 λέγει αυτω ο Πέτρος, Καν δέη με συν σοι αποθανειν, ου μή σε απαρνήσομαι. ομοίως και πάντες οι μαθηται ειπαν. 36 Τότε ερχεται μετ' αυτων ο Ιησους εις χωρίον λεγόμενον Γεθσημανί, και λέγει τοις μαθηταις, Καθίσατε αυτου εως ου απελθων εκει προσεύξωμαι. 37 και παραλαβων τον Πέτρον και τους δύο υιους Ζεβεδαίου ηρξατο λυπεισθαι και αδημονειν. 38 τότε λέγει αυτοις, Περίλυπός εστιν η ψυχή μου εως θανάτου. μείνατε ωδε και γρηγορειτε μετ' εμου. 39 και προελθων μικρον επεσεν επι πρόσωπον αυτου προσευχόμενος και λέγων, Πάτερ μου, ει δυνατόν εστιν, παρελθάτω απ' εμου το ποτήριον τουτο. πλην ουχ ως εγω θέλω αλλ' ως σύ. 40 και ερχεται προς τους μαθητας και ευρίσκει αυτους καθεύδοντας, και λέγει τω Πέτρω, Ουτως ουκ ισχύσατε μίαν ωραν γρηγορησαι μετ' εμου; 41 γρηγορειτε και προσεύχεσθε, ινα μη εισέλθητε εις πειρασμόν. το μεν πνευμα πρόθυμον η δε σαρξ ασθενής. 42 πάλιν εκ δευτέρου απελθων προσηύξατο λέγων, Πάτερ μου, ει ου δύναται τουτο παρελθειν εαν μη αυτο πίω, γενηθήτω το θέλημά σου. 43 και ελθων πάλιν ευρεν αυτους καθεύδοντας, ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημένοι. 44 και αφεις αυτους πάλιν απελθων προσηύξατο εκ τρίτου τον αυτον λόγον ειπων πάλιν. 45 τότε ερχεται προς τους μαθητας και λέγει αυτοις, Καθεύδετε το λοιπον και αναπαύεσθε; ιδου ηγγικεν η ωρα και ο υιος του ανθρώπου παραδίδοται εις χειρας αμαρτωλων. 46 εγείρεσθε, αγωμεν. ιδου ηγγικεν ο παραδιδούς με. 47 Και ετι αυτου λαλουντος ιδου Ιούδας εις των δώδεκα ηλθεν και μετ' αυτου οχλος πολυς μετα μαχαιρων και ξύλων απο των αρχιερέων και πρεσβυτέρων του λαου. 48 ο δε παραδιδους αυτον εδωκεν αυτοις σημειον λέγων, Ον αν φιλήσω αυτός εστιν. κρατήσατε αυτόν. 49 και ευθέως προσελθων τω Ιησου ειπεν, Χαιρε, ραββί. και κατεφίλησεν αυτόν. 50 ο δε Ιησους ειπεν αυτω, Εταιρε, εφ' ο πάρει. τότε προσελθόντες επέβαλον τας χειρας επι τον Ιησουν και εκράτησαν αυτόν. 51 και ιδου εις των μετα Ιησου εκτείνας την χειρα απέσπασεν την μάχαιραν αυτου και πατάξας τον δουλον του αρχιερέως αφειλεν αυτου το ωτίον. 52 τότε λέγει αυτω ο Ιησους, Απόστρεψον την μάχαιράν σου εις τον τόπον αυτης, πάντες γαρ οι λαβόντες μάχαιραν εν μαχαίρη απολουνται. 53 η δοκεις οτι ου δύναμαι παρακαλέσαι τον πατέρα μου, και παραστήσει μοι αρτι πλείω δώδεκα λεγιωνας αγγέλων; 54 πως ουν πληρωθωσιν αι γραφαι οτι ουτως δει γενέσθαι; 55 Εν εκείνη τη ωρα ειπεν ο Ιησους τοις οχλοις, Ως επι ληστην εξήλθατε μετα μαχαιρων και ξύλων συλλαβειν με; καθ' ημέραν εν τω ιερω εκαθεζόμην διδάσκων και ουκ εκρατήσατέ με. 56 τουτο δε ολον γέγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων. Τότε οι μαθηται πάντες αφέντες αυτον εφυγον. 57 Οι δε κρατήσαντες τον Ιησουν απήγαγον προς Καϊάφαν τον αρχιερέα, οπου οι γραμματεις και οι πρεσβύτεροι συνήχθησαν. 58 ο δε Πέτρος ηκολούθει αυτω απο μακρόθεν εως της αυλης του αρχιερέως, και εισελθων εσω εκάθητο μετα των υπηρετων ιδειν το τέλος. 59 οι δε αρχιερεις και το συνέδριον ολον εζήτουν ψευδομαρτυρίαν κατα του Ιησου οπως αυτον θανατώσωσιν, 60 και ουχ ευρον πολλων προσελθόντων ψευδομαρτύρων. υστερον δε προσελθόντες δύο 61 ειπαν, Ουτος εφη, Δύναμαι καταλυσαι τον ναον του θεου και δια τριων ημερων οικοδομησαι. 62 και αναστας ο αρχιερευς ειπεν αυτω, Ουδεν αποκρίνη; τί ουτοί σου καταμαρτυρουσιν; 63 ο δε Ιησους εσιώπα. και ο αρχιερευς ειπεν αυτω, Εξορκίζω σε κατα του θεου του ζωντος ινα ημιν ειπης ει συ ει ο Χριστος ο υιος του θεου. 64 λέγει αυτω ο Ιησους, Συ ειπας. πλην λέγω υμιν, απ' αρτι οψεσθε τον υιον του ανθρώπου καθήμενον εκ δεξιων της δυνάμεως και ερχόμενον επι των νεφελων του ουρανου. 65 τότε ο αρχιερευς διέρρηξεν τα ιμάτια αυτου λέγων, Εβλασφήμησεν. τί ετι χρείαν εχομεν μαρτύρων; ιδε νυν ηκούσατε την βλασφημίαν. 66 τί υμιν δοκει; οι δε αποκριθέντες ειπαν, Ενοχος θανάτου εστίν. 67 Τότε ενέπτυσαν εις το πρόσωπον αυτου και εκολάφισαν αυτόν, οι δε εράπισαν 68 λέγοντες, Προφήτευσον ημιν, Χριστέ, τίς εστιν ο παίσας σε; 69 Ο δε Πέτρος εκάθητο εξω εν τη αυλη. και προσηλθεν αυτω μία παιδίσκη λέγουσα, Και συ ησθα μετα Ιησου του Γαλιλαίου. 70 ο δε ηρνήσατο εμπροσθεν πάντων λέγων, Ουκ οιδα τί λέγεις. 71 εξελθόντα δε εις τον πυλωνα ειδεν αυτον αλλη και λέγει τοις εκει, Ουτος ην μετα Ιησου του Ναζωραίου. 72 και πάλιν ηρνήσατο μετα ορκου οτι Ουκ οιδα τον ανθρωπον. 73 μετα μικρον δε προσελθόντες οι εστωτες ειπον τω Πέτρω, Αληθως και συ εξ αυτων ει, και γαρ η λαλιά σου δηλόν σε ποιει. 74 τότε ηρξατο καταθεματίζειν και ομνύειν οτι Ουκ οιδα τον ανθρωπον. και ευθέως αλέκτωρ εφώνησεν. 75 και εμνήσθη ο Πέτρος του ρήματος Ιησου ειρηκότος οτι Πριν αλέκτορα φωνησαι τρις απαρνήση με. και εξελθων εξω εκλαυσεν πικρως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου