Παρασκευή, 12 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
3:1 Και εισηλθεν πάλιν εις την συναγωγήν. και ην εκει ανθρωπος εξηραμμένην εχων την χειρα. 2 και παρετήρουν αυτον ει τοις σάββασιν θεραπεύσει αυτόν, ινα κατηγορήσωσιν αυτου. 3 και λέγει τω ανθρώπω τω την ξηραν χειρα εχοντι, Εγειρε εις το μέσον. 4 και λέγει αυτοις, Εξεστιν τοις σάββασιν αγαθον ποιησαι η κακοποιησαι, ψυχην σωσαι η αποκτειναι; οι δε εσιώπων. 5 και περιβλεψάμενος αυτους μετ' οργης, συλλυπούμενος επι τη πωρώσει της καρδίας αυτων, λέγει τω ανθρώπω, Εκτεινον την χειρα. και εξέτεινεν, και απεκατεστάθη η χειρ αυτου. 6 και εξελθόντες οι Φαρισαιοι ευθυς μετα των Ηρωδιανων συμβούλιον εδίδουν κατ' αυτου οπως αυτον απολέσωσιν. 7 Και ο Ιησους μετα των μαθητων αυτου ανεχώρησεν προς την θάλασσαν. και πολυ πληθος απο της Γαλιλαίας ηκολούθησεν. και απο της Ιουδαίας 8 και απο Ιεροσολύμων και απο της Ιδουμαίας και πέραν του Ιορδάνου και περι Τύρον και Σιδωνα, πληθος πολύ, ακούοντες οσα εποίει ηλθον προς αυτόν. 9 και ειπεν τοις μαθηταις αυτου ινα πλοιάριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλίβωσιν αυτόν. 10 πολλους γαρ εθεράπευσεν, ωστε επιπίπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μάστιγας. 11 και τα πνεύματα τα ακάθαρτα, οταν αυτον εθεώρουν, προσέπιπτον αυτω και εκραζον λέγοντες οτι Συ ει ο υιος του θεου. 12 και πολλα επετίμα αυτοις ινα μη αυτον φανερον ποιήσωσιν. 13 Και αναβαίνει εις το ορος και προσκαλειται ους ηθελεν αυτός, και απηλθον προς αυτόν. 14 και εποίησεν δώδεκα, ους και αποστόλους ωνόμασεν, ινα ωσιν μετ' αυτου και ινα αποστέλλη αυτους κηρύσσειν 15 και εχειν εξουσίαν εκβάλλειν τα δαιμόνια. 16 και εποίησεν τους δώδεκα, και επέθηκεν ονομα τω Σίμωνι Πέτρον, 17 και Ιάκωβον τον του Ζεβεδαίου και Ιωάννην τον αδελφον του Ιακώβου, και επέθηκεν αυτοις ονόματα Βοανηργές, ο εστιν Υιοι Βροντης. 18 και Ανδρέαν και Φίλιππον και Βαρθολομαιον και Μαθθαιον και Θωμαν και Ιάκωβον τον του Αλφαίου και Θαδδαιον και Σίμωνα τον Καναναιον 19 και Ιούδαν Ισκαριώθ, ος και παρέδωκεν αυτόν. 20 Και ερχεται εις οικον. και συνέρχεται πάλιν ο οχλος, ωστε μη δύνασθαι αυτους μηδε αρτον φαγειν. 21 και ακούσαντες οι παρ' αυτου εξηλθον κρατησαι αυτόν, ελεγον γαρ οτι εξέστη. 22 και οι γραμματεις οι απο Ιεροσολύμων καταβάντες ελεγον οτι Βεελζεβουλ εχει, και οτι εν τω αρχοντι των δαιμονίων εκβάλλει τα δαιμόνια. 23 και προσκαλεσάμενος αυτους εν παραβολαις ελεγεν αυτοις, Πως δύναται Σατανας Σαταναν εκβάλλειν; 24 και εαν βασιλεία εφ' εαυτην μερισθη, ου δύναται σταθηναι η βασιλεία εκείνη. 25 και εαν οικία εφ' εαυτην μερισθη, ου δυνήσεται η οικία εκείνη σταθηναι. 26 και ει ο Σατανας ανέστη εφ' εαυτον και εμερίσθη, ου δύναται στηναι αλλα τέλος εχει. 27 αλλ ου δύναται ουδεις εις την οικίαν του ισχυρου εισελθων τα σκεύη αυτου διαρπάσαι εαν μη πρωτον τον ισχυρον δήση, και τότε την οικίαν αυτου διαρπάσει. 28 Αμην λέγω υμιν οτι πάντα αφεθήσεται τοις υιοις των ανθρώπων, τα αμαρτήματα και αι βλασφημίαι οσα εαν βλασφημήσωσιν. 29 ος δ αν βλασφημήση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα, αλλα ενοχός εστιν αιωνίου αμαρτήματος,ς 30 οτι ελεγον, Πνευμα ακάθαρτον εχει. 31 Και ερχεται η μήτηρ αυτου και οι αδελφοι αυτου και εξω στήκοντες απέστειλαν προς αυτον καλουντες αυτόν. 32 και εκάθητο περι αυτον οχλος, και λέγουσιν αυτω, Ιδου η μήτηρ σου και οι αδελφοί σου και αι αδελφαι σου εξω ζητουσίν σε. 33 και αποκριθεις αυτοις λέγει, Τίς εστιν η μήτηρ μου και οι αδελφοί μου; 34 και περιβλεψάμενος τους περι αυτον κύκλω καθημένους λέγει, Ιδε η μήτηρ μου και οι αδελφοί μου. 35 ος γαρ αν ποιήση το θέλημα του θεου, ουτος αδελφός μου και αδελφη και μήτηρ εστίν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου