Πέμπτη, 1 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
 12:1 Και ηρξατο αυτοις εν παραβολαις λαλειν, Αμπελωνα ανθρωπος εφύτευσεν, και περιέθηκεν φραγμον και ωρυξεν υπολήνιον και ωκοδόμησεν πύργον, και εξέδετο αυτον γεωργοις, και απεδήμησεν. 2 και απέστειλεν προς τους γεωργους τω καιρω δουλον, ινα παρα των γεωργων λάβη απο των καρπων του αμπελωνος. 3 και λαβόντες αυτον εδειραν και απέστειλαν κενόν. 4 και πάλιν απέστειλεν προς αυτους αλλον δουλον. κακεινον εκεφαλίωσαν και ητίμασαν. 5 και αλλον απέστειλεν, κακεινον απέκτειναν, και πολλους αλλους, ους μεν δέροντες ους δε αποκτέννοντες. 6 ετι ενα ειχεν, υιον αγαπητόν. απέστειλεν αυτον εσχατον προς αυτους λέγων οτι Εντραπήσονται τον υιόν μου. 7 εκεινοι δε οι γεωργοι προς εαυτους ειπαν οτι Ουτός εστιν ο κληρονόμος. δευτε αποκτείνωμεν αυτόν, και ημων εσται η κληρονομία. 8 και λαβόντες απέκτειναν αυτόν, και εξέβαλον αυτον εξω του αμπελωνος. 9 τί ουν ποιήσει ο κύριος του αμπελωνος; ελεύσεται και απολέσει τους γεωργούς, και δώσει τον αμπελωνα αλλοις. 10 ουδε την γραφην ταύτην ανέγνωτε, Λίθον ον απεδοκίμασαν οι οικοδομουντες, ουτος εγενήθη εις κεφαλην γωνίας. 11 παρα κυρίου εγένετο αυτη, και εστιν θαυμαστη εν οφθαλμοις ημων; 12 Και εζήτουν αυτον κρατησαι, και εφοβήθησαν τον οχλον, εγνωσαν γαρ οτι προς αυτους την παραβολην ειπεν. και αφέντες αυτον απηλθον. 13 Και αποστέλλουσιν προς αυτόν τινας των Φαρισαίων και των Ηρωδιανων ινα αυτον αγρεύσωσιν λόγω. 14 και ελθόντες λέγουσιν αυτω, Διδάσκαλε, οιδαμεν οτι αληθης ει και ου μέλει σοι περι ουδενός, ου γαρ βλέπεις εις πρόσωπον ανθρώπων, αλλ' επ' αληθείας την οδον του θεου διδάσκεις. εξεστιν δουναι κηνσον Καίσαρι η ου; δωμεν η μη δωμεν; 15 ο δε ειδως αυτων την υπόκρισιν ειπεν αυτοις, Τί με πειράζετε; φέρετέ μοι δηνάριον ινα ιδω. 16 οι δε ηνεγκαν. και λέγει αυτοις, Τίνος η εικων αυτη και η επιγραφή; οι δε ειπαν αυτω, Καίσαρος. 17 ο δε Ιησους ειπεν αυτοις, Τα Καίσαρος απόδοτε Καίσαρι και τα του θεου τω θεω. και εξεθαύμαζον επ' αυτω. 18 Και ερχονται Σαδδουκαιοι προς αυτόν, οιτινες λέγουσιν ανάστασιν μη ειναι, και επηρώτων αυτον λέγοντες, 19 Διδάσκαλε, Μωϋσης εγραψεν ημιν οτι εάν τινος αδελφος αποθάνη και καταλίπη γυναικα και μη αφη τέκνον, ινα λάβη ο αδελφος αυτου την γυναικα και εξαναστήση σπέρμα τω αδελφω αυτου. 20 επτα αδελφοι ησαν. και ο πρωτος ελαβεν γυναικα, και αποθνήσκων ουκ αφηκεν σπέρμα. 21 και ο δεύτερος ελαβεν αυτήν, και απέθανεν μη καταλιπων σπέρμα. και ο τρίτος ωσαύτως. 22 και οι επτα ουκ αφηκαν σπέρμα. εσχατον πάντων και η γυνη απέθανεν. 23 εν τη αναστάσει', οταν αναστωσιν, τίνος αυτων εσται γυνή; οι γαρ επτα εσχον αυτην γυναικα. 24 εφη αυτοις ο Ιησους, Ου δια τουτο πλανασθε μη ειδότες τας γραφας μηδε την δύναμιν του θεου; 25 οταν γαρ εκ νεκρων αναστωσιν, ουτε γαμουσιν ουτε γαμίζονται, αλλ εισιν ως αγγελοι εν τοις ουρανοις. 26 περι δε των νεκρων οτι εγείρονται ουκ ανέγνωτε εν τη βίβλω Μωϋσέως επι του βάτου πως ειπεν αυτω ο θεος λέγων, Εγω ο θεος Αβρααμ και ο θεος Ισαακ και ο θεος Ιακώβ; 27 ουκ εστιν θεος νεκρων αλλα ζώντων. πολυ πλανασθε. 28 Και προσελθων εις των γραμματέων ακούσας αυτων συζητούντων, ιδων οτι καλως απεκρίθη αυτοις, επηρώτησεν αυτόν, Ποία εστιν εντολη πρώτη πάντων; 29 απεκρίθη ο Ιησους οτι Πρώτη εστίν, Ακουε, Ισραήλ, κύριος ο θεος ημων κύριος εις εστιν, 30 και αγαπήσεις κύριον τον θεόν σου εξ ολης της καρδίας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοίας σου και εξ ολης της ισχύος σου. 31 δευτέρα αυτη, Αγαπήσεις τον πλησίον σου ως σεαυτόν. μείζων τούτων αλλη εντολη ουκ εστιν. 32 και ειπεν αυτω ο γραμματεύς, Καλως, διδάσκαλε, επ' αληθείας ειπες οτι εις εστιν και ουκ εστιν αλλος πλην αυτου. 33 και το αγαπαν αυτον εξ ολης της καρδίας και εξ ολης της συνέσεως και εξ ολης της ισχύος και το αγαπαν τον πλησίον ως εαυτον περισσότερόν εστιν πάντων των ολοκαυτωμάτων και θυσιων. 34 και ο Ιησους ιδων αυτον οτι νουνεχως απεκρίθη ειπεν αυτω, Ου μακραν ει απο της βασιλείας του θεου. και ουδεις ουκέτι ετόλμα αυτον επερωτησαι. 35 Και αποκριθεις ο Ιησους ελεγεν διδάσκων εν τω ιερω, Πως λέγουσιν οι γραμματεις οτι ο Χριστος υιος Δαυίδ εστιν; 36 αυτος Δαυιδ ειπεν εν τω πνεύματι τω αγίω, Ειπεν κύριος τω κυρίω μου, Κάθου εκ δεξιων μου εως αν θω τους εχθρούς σου υποκάτω των ποδων σου. 37 αυτος Δαυιδ λέγει αυτον κύριον, και πόθεν αυτου εστιν υιός; και ο πολυς οχλος ηκουεν αυτου ηδέως. 38 Και εν τη διδαχη αυτου ελεγεν, Βλέπετε απο των γραμματέων των θελόντων εν στολαις περιπατειν και ασπασμους εν ταις αγοραις 39 και πρωτοκαθεδρίας εν ταις συναγωγαις και πρωτοκλισίας εν τοις δείπνοις. 40 οι κατεσθίοντες τας οικίας των χηρων και προφάσει μακρα προσευχόμενοι, ουτοι λήμψονται περισσότερον κρίμα. 41 Και καθίσας κατέναντι του γαζοφυλακίου εθεώρει πως ο οχλος βάλλει χαλκον εις το γαζοφυλάκιον. και πολλοι πλούσιοι εβαλλον πολλά. 42 και ελθουσα μία χήρα πτωχη εβαλεν λεπτα δύο, ο εστιν κοδράντης. 43 και προσκαλεσάμενος τους μαθητας αυτου ειπεν αυτοις, Αμην λέγω υμιν οτι η χήρα αυτη η πτωχη πλειον πάντων εβαλεν των βαλλόντων εις το γαζοφυλάκιον. 44 πάντες γαρ εκ του περισσεύοντος αυτοις εβαλον, αυτη δε εκ της υστερήσεως αυτης πάντα οσα ειχεν εβαλεν, ολον τον βίον αυτης. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου