Κυριακή, 11 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
1:1 Επειδήπερ πολλοι επεχείρησαν ανατάξασθαι διήγησιν περι των πεπληροφορημένων εν ημιν πραγμάτων, 2 καθως παρέδοσαν ημιν οι απ' αρχης αυτόπται και υπηρέται γενόμενοι του λόγου, 3 εδοξε καμοι παρηκολουθηκότι ανωθεν πασιν ακριβως καθεξης σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ινα επιγνως περι ων κατηχήθης λόγων την ασφάλειαν. 5 Εγένετο εν ταις ημέραις Ηρώδου βασιλέως της Ιουδαίας ιερεύς τις ονόματι Ζαχαρίας εξ εφημερίας Αβιά, και γυνη αυτω εκ των θυγατέρων Ααρών, και το ονομα αυτης Ελισάβετ. 6 ησαν δε δίκαιοι αμφότεροι εναντίον του θεου, πορευόμενοι εν πάσαις ταις εντολαις και δικαιώμασιν του κυρίου αμεμπτοι. 7 και ουκ ην αυτοις τέκνον, καθότι ην η Ελισάβετ στειρα, και αμφότεροι προβεβηκότες εν ταις ημέραις αυτων ησαν. 8 Εγένετο δε εν τω ιερατεύειν αυτον εν τη τάξει της εφημερίας αυτου εναντι του θεου, 9 κατα το εθος της ιερατείας ελαχε του θυμιασαι εισελθων εις τον ναον του κυρίου, 10 και παν το πληθος ην του λαου προσευχόμενον εξω τη ωρα του θυμιάματος. 11 ωφθη δε αυτω αγγελος κυρίου εστως εκ δεξιων του θυσιαστηρίου του θυμιάματος. 12 και εταράχθη Ζαχαρίας ιδών, και φόβος επέπεσεν επ' αυτόν. 13 ειπεν δε προς αυτον ο αγγελος, Μη φοβου, Ζαχαρία, διότι εισηκούσθη η δέησίς σου, και η γυνή σου Ελισάβετ γεννήσει υιόν σοι, και καλέσεις το ονομα αυτου Ιωάννην. 14 και εσται χαρά σοι και αγαλλίασις, και πολλοι επι τη γενέσει αυτου χαρήσονται. 15 εσται γαρ μέγας ενώπιον του κυρίου, και οινον και σίκερα ου μη πίη, και πνεύματος αγίου πλησθήσεται ετι εκ κοιλίας μητρος αυτου, 16 και πολλους των υιων Ισραηλ επιστρέψει επι κύριον τον θεον αυτων. 17 και αυτος προελεύσεται ενώπιον αυτου εν πνεύματι και δυνάμει Ηλίου, επιστρέψαι καρδίας πατέρων επι τέκνα και απειθεις εν φρονήσει δικαίων, ετοιμάσαι κυρίω λαον κατεσκευασμένον. 18 Και ειπεν Ζαχαρίας προς τον αγγελον, Κατα τί γνώσομαι τουτο; εγω γάρ ειμι πρεσβύτης και η γυνή μου προβεβηκυια εν ταις ημέραις αυτης. 19 και αποκριθεις ο αγγελος ειπεν αυτω, Εγώ ειμι Γαβριηλ ο παρεστηκως ενώπιον του θεου, και απεστάλην λαλησαι προς σε και ευαγγελίσασθαί σοι ταυτα. 20 και ιδου εση σιωπων και μη δυνάμενος λαλησαι αχρι ης ημέρας γένηται ταυτα, ανθ' ων ουκ επίστευσας τοις λόγοις μου, οιτινες πληρωθήσονται εις τον καιρον αυτων. 21 Και ην ο λαος προσδοκων τον Ζαχαρίαν, και εθαύμαζον εν τω χρονίζειν εν τω ναω αυτόν. 22 εξελθων δε ουκ εδύνατο λαλησαι αυτοις, και επέγνωσαν οτι οπτασίαν εώρακεν εν τω ναω. και αυτος ην διανεύων αυτοις, και διέμενεν κωφός. 23 και εγένετο ως επλήσθησαν αι ημέραι της λειτουργίας αυτου απηλθεν εις τον οικον αυτου. 24 Μετα δε ταύτας τας ημέρας συνέλαβεν Ελισάβετ η γυνη αυτου. και περιέκρυβεν εαυτην μηνας πέντε, λέγουσα 25 οτι Ουτως μοι πεποίηκεν κύριος εν ημέραις αις επειδεν αφελειν ονειδός μου εν ανθρώποις. 26 Εν δε τω μηνι τω εκτω απεστάλη ο αγγελος Γαβριηλ απο του θεου εις πόλιν της Γαλιλαίας η ονομα Ναζαρεθ27 προς παρθένον εμνηστευμένην ανδρι ω ονομα Ιωσηφ εξ οικου Δαυίδ, και το ονομα της παρθένου Μαριάμ. 28 και εισελθων προς αυτην ειπεν, Χαιρε, κεχαριτωμένη, ο κύριος μετα σου. 29 η δε επι τω λόγω διεταράχθη και διελογίζετο ποταπος ειη ο ασπασμος ουτος. 30 και ειπεν ο αγγελος αυτη, Μη φοβου, Μαριάμ, ευρες γαρ χάριν παρα τω θεω. 31 και ιδου συλλήμψη εν γαστρι και τέξη υιόν, και καλέσεις το ονομα αυτου Ιησουν. 32 ουτος εσται μέγας και υιος υψίστου κληθήσεται, και δώσει αυτω κύριος ο θεος τον θρόνον Δαυιδ του πατρος αυτου, 33 και βασιλεύσει επι τον οικον Ιακωβ εις τους αιωνας, και της βασιλείας αυτου ουκ εσται τέλος. 34 ειπεν δε Μαριαμ προς τον αγγελον, Πως εσται τουτο, επει ανδρα ου γινώσκω; 35 και αποκριθεις ο αγγελος ειπεν αυτη, Πνευμα αγιον επελεύσεται επι σέ, και δύναμις υψίστου επισκιάσει σοι. διο και το γεννώμενον αγιον κληθήσεται, υιος θεου. 36 και ιδου Ελισάβετ η συγγενίς σου και αυτη συνείληφεν υιον εν γήρει αυτης, και ουτος μην εκτος εστιν αυτη τη καλουμένη στείρα. 37 οτι ουκ αδυνατήσει παρα του θεου παν ρημα. 38 ειπεν δε Μαριάμ, Ιδου η δούλη κυρίου. γένοιτό μοι κατα το ρημά σου. και απηλθεν απ' αυτης ο αγγελος. 39 Αναστασα δε Μαριαμ εν ταις ημέραις ταύταις επορεύθη εις την ορεινην μετα σπουδης εις πόλιν Ιούδα, 40 και εισηλθεν εις τον οικον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. 41 και εγένετο ως ηκουσεν τον ασπασμον της Μαρίας η Ελισάβετ, εσκίρτησεν το βρέφος εν τη κοιλία αυτης, και επλήσθη πνεύματος αγίου η Ελισάβετ, 42 και ανεφώνησεν κραυγη μεγάλη και ειπεν, Ευλογημένη συ εν γυναιξίν, και ευλογημένος ο καρπος της κοιλίας σου. 43 και πόθεν μοι τουτο ινα ελθη η μήτηρ του κυρίου μου προς εμέ; 44 ιδου γαρ ως εγένετο η φωνη του ασπασμου σου εις τα ωτά μου, εσκίρτησεν εν αγαλλιάσει το βρέφος εν τη κοιλία μου. 45 και μακαρία η πιστεύσασα οτι εσται τελείωσις τοις λελαλημένοις αυτη παρα κυρίου. 46 Και ειπεν Μαριάμ, 47 Μεγαλύνει η ψυχή μου τον κύριον, και ηγαλλίασεν το πνευμά μου επι τω θεω τω σωτηρί μου, 48 οτι επέβλεψεν επι την ταπείνωσιν της δούλης αυτου. ιδου γαρ απο του νυν μακαριουσίν με πασαι αι γενεαί. 49 οτι εποίησέν μοι μεγάλα ο δυνατός, και αγιον το ονομα αυτου, 50 και το ελεος αυτου εις γενεας και γενεας τοις φοβουμένοις αυτόν. 51 Εποίησεν κράτος εν βραχίονι αυτου, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτων. 52 καθειλεν δυνάστας απο θρόνων και υψωσεν ταπεινούς, 53 πεινωντας ενέπλησεν αγαθων και πλουτουντας εξαπέστειλεν κενούς. 54 αντελάβετο Ισραηλ παιδος αυτου, μνησθηναι ελέους, 55 καθως ελάλησεν προς τους πατέρας ημων, τω Αβρααμ και τω σπέρματι αυτου εις τον αιωνα. 56 Εμεινεν δε Μαριαμ συν αυτη ως μηνας τρεις, και υπέστρεψεν εις τον οικον αυτης. 57 Τη δε Ελισάβετ επλήσθη ο χρόνος του τεκειν αυτήν, και εγέννησεν υιόν. 58 και ηκουσαν οι περίοικοι και οι συγγενεις αυτης οτι εμεγάλυνεν κύριος το ελεος αυτου μετ' αυτης, και συνέχαιρον αυτη. 59 Και εγένετο εν τη ημέρα τη ογδόη ηλθον περιτεμειν το παιδίον, και εκάλουν αυτο επι τω ονόματι του πατρος αυτου Ζαχαρίαν. 60 και αποκριθεισα η μήτηρ αυτου ειπεν, Ουχί, αλλα κληθήσεται Ιωάννης. 61 και ειπαν προς αυτην οτι Ουδείς εστιν εκ της συγγενείας σου ος καλειται τω ονόματι τούτω. 62 ενένευον δε τω πατρι αυτου το τί αν θέλοι καλεισθαι αυτό. 63 και αιτήσας πινακίδιον εγραψεν λέγων, Ιωάννης εστιν ονομα αυτου. και εθαύμασαν πάντες. 64 ανεώχθη δε το στόμα αυτου παραχρημα και η γλωσσα αυτου, και ελάλει ευλογων τον θεόν. 65 και εγένετο επι πάντας φόβος τους περιοικουντας αυτούς, και εν ολη τη ορεινη της Ιουδαίας διελαλειτο πάντα τα ρήματα ταυτα, 66 και εθεντο πάντες οι ακούσαντες εν τη καρδία αυτων, λέγοντες, Τί αρα το παιδίον τουτο εσται; και γαρ χειρ κυρίου ην μετ' αυτου. 67 Και Ζαχαρίας ο πατηρ αυτου επλήσθη πνεύματος αγίου και επροφήτευσεν λέγων, 68 Ευλογητος κύριος ο θεος του Ισραήλ, οτι επεσκέψατο και εποίησεν λύτρωσιν τω λαω αυτου, 69 και ηγειρεν κέρας σωτηρίας ημιν εν οικω Δαυιδ παιδος αυτου, 70 καθως ελάλησεν δια στόματος των αγίων απ' αιωνος προφητων αυτου, 71 σωτηρίαν εξ εχθρων ημων και εκ χειρος πάντων των μισούντων ημας. 72 ποιησαι ελεος μετα των πατέρων ημων και μνησθηναι διαθήκης αγίας αυτου, 73 ορκον ον ωμοσεν προς Αβρααμ τον πατέρα ημων, του δουναι ημιν 74 αφόβως εκ χειρος εχθρων ρυσθέντας λατρεύειν αυτω75 εν οσιότητι και δικαιοσύνη ενώπιον αυτου πάσαις ταις ημέραις ημων. 76 Και συ δέ, παιδίον, προφήτης υψίστου κληθήση, προπορεύση γαρ ενώπιον κυρίου ετοιμάσαι οδους αυτου, 77 του δουναι γνωσιν σωτηρίας τω λαω αυτου εν αφέσει αμαρτιων αυτων, 78 δια σπλάγχνα ελέους θεου ημων, εν οις επισκέψεται ημας ανατολη εξ υψους, 79 επιφαναι τοις εν σκότει και σκια θανάτου καθημένοις, του κατευθυναι τους πόδας ημων εις οδον ειρήνης. 80 Το δε παιδίον ηυξανεν και εκραταιουτο πνεύματι, και ην εν ταις ερήμοις εως ημέρας αναδείξεως αυτου προς τον Ισραήλ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου