Τετάρτη, 14 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
 3:1 Εν ετει δε πεντεκαιδεκάτω της ηγεμονίας Τιβερίου Καίσαρος, ηγεμονεύοντος Ποντίου Πιλάτου της Ιουδαίας, και τετρααρχουντος της Γαλιλαίας Ηρώδου, Φιλίππου δε του αδελφου αυτου τετρααρχουντος της Ιτουραίας και Τραχωνίτιδος χώρας, και Λυσανίου της Αβιληνης τετρααρχουντος, 2 επι αρχιερέως Αννα και Καϊάφα, εγένετο ρημα θεου επι Ιωάννην τον Ζαχαρίου υιον εν τη ερήμω. 3 και ηλθεν εις πασαν την περίχωρον του Ιορδάνου κηρύσσων βάπτισμα μετανοίας εις αφεσιν αμαρτιων, 4 ως γέγραπται εν βίβλω λόγων Ησαϊου του προφήτου, Φωνη βοωντος εν τη ερήμω, Ετοιμάσατε την οδον κυρίου, ευθείας ποιειτε τας τρίβους αυτου. 5 πασα φάραγξ πληρωθήσεται και παν ορος και βουνος ταπεινωθήσεται, και εσται τα σκολια εις ευθείαν και αι τραχειαι εις οδους λείας. 6 και οψεται πασα σαρξ το σωτήριον του θεου. 7 Ελεγεν ουν τοις εκπορευομένοις οχλοις βαπτισθηναι υπ' αυτου, Γεννήματα εχιδνων, τίς υπέδειξεν υμιν φυγειν απο της μελλούσης οργης; 8 ποιήσατε ουν καρπους αξίους της μετανοίας. και μη αρξησθε λέγειν εν εαυτοις, Πατέρα εχομεν τον Αβραάμ, λέγω γαρ υμιν οτι δύναται ο θεος εκ των λίθων τούτων εγειραι τέκνα τω Αβραάμ. 9 ηδη δε και η αξίνη προς την ρίζαν των δένδρων κειται. παν ουν δένδρον μη ποιουν καρπον καλον εκκόπτεται και εις πυρ βάλλεται. 10 Και επηρώτων αυτον οι οχλοι λέγοντες, Τί ουν ποιήσωμεν; 11 αποκριθεις δε ελεγεν αυτοις, Ο εχων δύο χιτωνας μεταδότω τω μη εχοντι, και ο εχων βρώματα ομοίως ποιείτω. 12 ηλθον δε και τελωναι βαπτισθηναι και ειπαν προς αυτόν, Διδάσκαλε, τί ποιήσωμεν; 13 ο δε ειπεν προς αυτούς, Μηδεν πλέον παρα το διατεταγμένον υμιν πράσσετε. 14 επηρώτων δε αυτον και στρατευόμενοι λέγοντες, Τί ποιήσωμεν και ημεις; και ειπεν αυτοις, Μηδένα διασείσητε μηδε συκοφαντήσητε, και αρκεισθε τοις οψωνίοις υμων. 15 Προσδοκωντος δε του λαου και διαλογιζομένων πάντων εν ταις καρδίαις αυτων περι του Ιωάννου, μήποτε αυτος ειη ο Χριστός, 16 απεκρίνατο λέγων πασιν ο Ιωάννης, Εγω μεν υδατι βαπτίζω υμας. ερχεται δε ο ισχυρότερός μου, ου ουκ ειμι ικανος λυσαι τον ιμάντα των υποδημάτων αυτου. αυτος υμας βαπτίσει εν πνεύματι αγίω και πυρί. 17 ου το πτύον εν τη χειρι αυτου διακαθαραι την αλωνα αυτου και συναγαγειν τον σιτον εις την αποθήκην αυτου, το δε αχυρον κατακαύσει πυρι ασβέστω. 18 Πολλα μεν ουν και ετερα παρακαλων ευηγγελίζετο τον λαόν. 19 ο δε Ηρώδης ο τετραάρχης, ελεγχόμενος υπ' αυτου περι Ηρωδιάδος της γυναικος του αδελφου αυτου και περι πάντων ων εποίησεν πονηρων ο Ηρώδης, 20 προσέθηκεν και τουτο επι πασιν και κατέκλεισεν τον Ιωάννην εν φυλακη. 21 Εγένετο δε εν τω βαπτισθηναι απαντα τον λαον και Ιησου βαπτισθέντος και προσευχομένου ανεωχθηναι τον ουρανον 22 και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν επ' αυτόν, και φωνην εξ ουρανου γενέσθαι, Συ ει ο υιός μου ο αγαπητός, εν σοι ευδόκησα. 23 Και αυτος ην Ιησους αρχόμενος ωσει ετων τριάκοντα, ων υιός, ως ενομίζετο, Ιωσηφ του Ηλι 24 του Μαθθατ του Λευι του Μελχι του Ιανναι του Ιωσηφ 25 του Ματταθίου του Αμως του Ναουμ του Εσλι του Ναγγαι 26 του Μάαθ του Ματταθίου του Σεμεϊν του Ιωσηχ του Ιωδα 27 του Ιωαναν του Ρησα του Ζοροβαβελ του Σαλαθιηλ του Νηρι 28 του Μελχι του Αδδι του Κωσαμ του Ελμαδαμ του Ηρ 29 του Ιησου του Ελιέζερ του Ιωριμ του Μαθθατ του Λευι 30 του Συμεων του Ιούδα του Ιωσηφ του Ιωναμ του Ελιακιμ 31 του Μελεα του Μεννα του Ματταθα του Ναθαμ του Δαυιδ 32 του Ιεσσαι του Ιωβηδ του Βόος του Σαλα του Ναασσων 33 του Αμιναδαβ του Αδμιν του Αρνι του Εσρωμ του Φάρες του Ιούδα 34 του Ιακωβ του Ισαακ του Αβρααμ του Θάρα του Ναχωρ 35 του Σερουχ του Ραγαυ του Φάλεκ του Εβερ του Σαλα 36 του Καϊναμ του Αρφαξαδ του Σημ του Νωε του Λάμεχ 37 του Μαθουσαλα του Ενωχ του Ιάρετ του Μαλελεηλ του Καϊναμ 38 του Ενως του Σηθ του Αδαμ του θεου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου