Πέμπτη, 15 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
 4:1 Ιησους δε πλήρης πνεύματος αγίου υπέστρεψεν απο του Ιορδάνου, και ηγετο εν τω πνεύματι εν τη ερήμω2 ημέρας τεσσεράκοντα πειραζόμενος υπο του διαβόλου. και ουκ εφαγεν ουδεν εν ταις ημέραις εκείναις, και συντελεσθεισων αυτων επείνασεν. 3 Ειπεν δε αυτω ο διάβολος, Ει υιος ει του θεου, ειπε τω λίθω τούτω ινα γένηται αρτος. 4 και απεκρίθη προς αυτον ο Ιησους, Γέγραπται οτι Ουκ επ' αρτω μόνω ζήσεται ο ανθρωπος. 5 Και αναγαγων αυτον εδειξεν αυτω πάσας τας βασιλείας της οικουμένης εν στιγμη χρόνου. 6 και ειπεν αυτω ο διάβολος, Σοι δώσω την εξουσίαν ταύτην απασαν και την δόξαν αυτων, οτι εμοι παραδέδοται και ω εαν θέλω δίδωμι αυτήν. 7 συ ουν εαν προσκυνήσης ενώπιον εμου, εσται σου πασα. 8 και αποκριθεις ο Ιησους ειπεν αυτω, Γέγραπται, Κύριον τον θεόν σου προσκυνήσεις και αυτω μόνω λατρεύσεις. 9 Ηγαγεν δε αυτον εις Ιερουσαλημ και εστησεν επι το πτερύγιον του ιερου, και ειπεν αυτω, Ει υιος ει του θεου, βάλε σεαυτον εντευθεν κάτω. 10 γέγραπται γαρ οτι Τοις αγγέλοις αυτου εντελειται περι σου του διαφυλάξαι σε, 11 και οτι Επι χειρων αρουσίν σε μήποτε προσκόψης προς λίθον τον πόδα σου. 12 και αποκριθεις ειπεν αυτω ο Ιησους οτι Ειρηται, Ουκ εκπειράσεις κύριον τον θεόν σου. 13 Και συντελέσας πάντα πειρασμον ο διάβολος απέστη απ' αυτου αχρι καιρου. 14 Και υπέστρεψεν ο Ιησους εν τη δυνάμει του πνεύματος εις την Γαλιλαίαν. και φήμη εξηλθεν καθ' ολης της περιχώρου περι αυτου. 15 και αυτος εδίδασκεν εν ταις συναγωγαις αυτων, δοξαζόμενος υπο πάντων. 16 Και ηλθεν εις Ναζαρά, ου ην τεθραμμένος, και εισηλθεν κατα το ειωθος αυτω εν τη ημέρα των σαββάτων εις την συναγωγήν, και ανέστη αναγνωναι. 17 και επεδόθη αυτω βιβλίον του προφήτου Ησαϊου, και αναπτύξας το βιβλίον ευρεν τον τόπον ου ην γεγραμμένον, 18 Πνευμα κυρίου επ' εμέ, ου εινεκεν εχρισέν με ευαγγελίσασθαι πτωχοις, απέσταλκέν με κηρύξαι αιχμαλώτοις αφεσιν και τυφλοις ανάβλεψιν, αποστειλαι τεθραυσμένους εν αφέσει, 19 κηρύξαι ενιαυτον κυρίου δεκτόν. 20 και πτύξας το βιβλίον αποδους τω υπηρέτη εκάθισεν. και πάντων οι οφθαλμοι εν τη συναγωγη ησαν ατενίζοντες αυτω. 21 ηρξατο δε λέγειν προς αυτους οτι Σήμερον πεπλήρωται η γραφη αυτη εν τοις ωσιν υμων. 22 Και πάντες εμαρτύρουν αυτω και εθαύμαζον επι τοις λόγοις της χάριτος τοις εκπορευομένοις εκ του στόματος αυτου, και ελεγον, Ουχι υιός εστιν Ιωσηφ ουτος; 23 και ειπεν προς αυτούς, Πάντως ερειτέ μοι την παραβολην ταύτην. Ιατρέ, θεράπευσον σεαυτόν. οσα ηκούσαμεν γενόμενα εις την Καφαρναουμ ποίησον και ωδε εν τη πατρίδι σου. 24 ειπεν δέ, Αμην λέγω υμιν οτι ουδεις προφήτης δεκτός εστιν εν τη πατρίδι αυτου. 25 επ' αληθείας δε λέγω υμιν, πολλαι χηραι ησαν εν ταις ημέραις Ηλίου εν τω Ισραήλ, οτε εκλείσθη ο ουρανος επι ετη τρία και μηνας εξ, ως εγένετο λιμος μέγας επι πασαν την γην, 26 και προς ουδεμίαν αυτων επέμφθη Ηλίας ει μη εις Σάρεπτα της Σιδωνίας προς γυναικα χήραν. 27 και πολλοι λεπροι ησαν εν τω Ισραηλ επι Ελισαίου του προφήτου, και ουδεις αυτων εκαθαρίσθη ει μη Ναιμαν ο Σύρος. 28 και επλήσθησαν πάντες θυμου εν τη συναγωγη ακούοντες ταυτα, 29 και αναστάντες εξέβαλον αυτον εξω της πόλεως, και ηγαγον αυτον εως οφρύος του ορους εφ' ου η πόλις ωκοδόμητο αυτων, ωστε κατακρημνίσαι αυτόν. 30 αυτος δε διελθων δια μέσου αυτων επορεύετο. 31 Και κατηλθεν εις Καφαρναουμ πόλιν της Γαλιλαίας. και ην διδάσκων αυτους εν τοις σάββασιν. 32 και εξεπλήσσοντο επι τη διδαχη αυτου, οτι εν εξουσία ην ο λόγος αυτου. 33 και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονίου ακαθάρτου, και ανέκραξεν φωνη μεγάλη, 34 Εα, τί ημιν και σοί, Ιησου Ναζαρηνέ; ηλθες απολέσαι ημας; οιδά σε τίς ει, ο αγιος του θεου. 35 και επετίμησεν αυτω ο Ιησους λέγων, Φιμώθητι και εξελθε απ' αυτου. και ρίψαν αυτον το δαιμόνιον εις το μέσον εξηλθεν απ' αυτου μηδεν βλάψαν αυτόν. 36 και εγένετο θάμβος επι πάντας, και συνελάλουν προς αλλήλους λέγοντες, Τίς ο λόγος ουτος, οτι εν εξουσία και δυνάμει επιτάσσει τοις ακαθάρτοις πνεύμασιν, και εξέρχονται; 37 και εξεπορεύετο ηχος περι αυτου εις πάντα τόπον της περιχώρου. 38 Αναστας δε απο της συναγωγης εισηλθεν εις την οικίαν Σίμωνος. πενθερα δε του Σίμωνος ην συνεχομένη πυρετω μεγάλω, και ηρώτησαν αυτον περι αυτης. 39 και επιστας επάνω αυτης επετίμησεν τω πυρετω, και αφηκεν αυτήν. παραχρημα δε αναστασα διηκόνει αυτοις. 40 Δύνοντος δε του ηλίου απαντες οσοι ειχον ασθενουντας νόσοις ποικίλαις ηγαγον αυτους προς αυτόν. ο δε ενι εκάστω αυτων τας χειρας επιτιθεις εθεράπευεν αυτούς. 41 εξήρχετο δε και δαιμόνια απο πολλων, κρ'αυγάζοντα και λέγοντα οτι Συ ει ο υιος του θεου. και επιτιμων ουκ εια αυτα λαλειν, οτι ηδεισαν τον Χριστον αυτον ειναι. 42 Γενομένης δε ημέρας εξελθων επορεύθη εις ερημον τόπον. και οι οχλοι επεζήτουν αυτόν, και ηλθον εως αυτου, και κατειχον αυτον του μη πορεύεσθαι απ' αυτων. 43 ο δε ειπεν προς αυτους οτι Και ταις ετέραις πόλεσιν ευαγγελίσασθαί με δει την βασιλείαν του θεου, οτι επι τουτο απεστάλην. 44 και ην κηρύσσων εις τας συναγωγας της Ιουδαίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου