Σάββατο, 17 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
  5:1 Εγένετο δε εν τω τον οχλον επικεισθαι αυτω και ακούειν τον λόγον του θεου και αυτος ην εστως παρα την λίμνην Γεννησαρέτ, 2 και ειδεν δύο πλοια εστωτα παρα την λίμνην. οι δε αλιεις απ' αυτων αποβάντες επλυνον τα δίκτυα. 3 εμβας δε εις εν των πλοίων, ο ην Σίμωνος, ηρώτησεν αυτον απο της γης επαναγαγειν ολίγον, καθίσας δε εκ του πλοίου εδίδασκεν τους οχλους. 4 ως δε επαύσατο λαλων, ειπεν προς τον Σίμωνα, Επανάγαγε εις το βάθος και χαλάσατε τα δίκτυα υμων εις αγραν. 5 και αποκριθεις Σίμων ειπεν, Επιστάτα, δι' ολης νυκτος κοπιάσαντες ουδεν ελάβομεν, επι δε τω ρήματί σου χαλάσω τα δίκτυα. 6 και τουτο ποιήσαντες συνέκλεισαν πληθος ιχθύων πολύ, διερρήσσετο δε τα δίκτυα αυτων. 7 και κατένευσαν τοις μετόχοις εν τω ετέρω πλοίω του ελθόντας συλλαβέσθαι αυτοις. και ηλθον, και επλησαν αμφότερα τα πλοια ωστε βυθίζεσθαι αυτά. 8 ιδων δε Σίμων Πέτρος προσέπεσεν τοις γόνασιν Ιησου λέγων, Εξελθε απ' εμου, οτι ανηρ αμαρτωλός ειμι, κύριε. 9 θάμβος γαρ περιέσχεν αυτον και πάντας τους συν αυτω επι τη αγρα των ιχθύων ων συνέλαβον, 10 ομοίως δε και Ιάκωβον και Ιωάννην υιους Ζεβεδαίου, οι ησαν κοινωνοι τω Σίμωνι. και ειπεν προς τον Σίμωνα ο Ιησους, Μη φοβου. απο του νυν ανθρώπους εση ζωγρων. 11 και καταγαγόντες τα πλοια επι την γην αφέντες πάντα ηκολούθησαν αυτω. 12 Και εγένετο εν τω ειναι αυτον εν μια των πόλεων και ιδου ανηρ πλήρης λέπρας. ιδων δε τον Ιησουν πεσων επι πρόσωπον εδεήθη αυτου λέγων, Κύριε, εαν θέλης δύνασαί με καθαρίσαι. 13 και εκτείνας την χειρα ηψατο αυτου λέγων, Θέλω, καθαρίσθητι. και ευθέως η λέπρα απηλθεν απ' αυτου. 14 και αυτος παρήγγειλεν αυτω μηδενι ειπειν, αλλα απελθων δειξον σεαυτον τω ιερει, και προσένεγκε περι του καθαρισμου σου καθως προσέταξεν Μωϋσης, εις μαρτύριον αυτοις. 15 διήρχετο δε μαλλον ο λόγος περι αυτου, και συνήρχοντο οχλοι πολλοι ακούειν και θεραπεύεσθαι απο των ασθενειων αυτων. 16 αυτος δε ην υποχωρων εν ταις ερήμοις και προσευχόμενος. 17 Και εγένετο εν μια των ημερων και αυτος ην διδάσκων, και ησαν καθήμενοι Φαρισαιοι και νομοδιδάσκαλοι οι ησαν εληλυθότες εκ πάσης κώμης της Γαλιλαίας και Ιουδαίας και Ιερουσαλήμ. και δύναμις κυρίου ην εις το ιασθαι αυτόν. 18 και ιδου ανδρες φέροντες επι κλίνης ανθρωπον ος ην παραλελυμένος, και εζήτουν αυτον εισενεγκειν και θειναι αυτον ενώπιον αυτου. 19 και μη ευρόντες ποίας εισενέγκωσιν αυτον δια τον οχλον αναβάντες επι το δωμα δια των κεράμων καθηκαν αυτον συν τω κλινιδίω εις το μέσον εμπροσθεν του Ιησου. 20 και ιδων την πίστιν αυτων ειπεν, Ανθρωπε, αφέωνταί σοι αι αμαρτίαι σου. 21 και ηρξαντο διαλογίζεσθαι οι γραμματεις και οι Φαρισαιοι λέγοντες, Τίς εστιν ουτος ος λαλει βλασφημίας; τίς δύναται αμαρτίας αφειναι ει μη μόνος ο θεός; 22 επιγνους δε ο Ιησους τους διαλογισμους αυτων αποκριθεις ειπεν προς αυτούς, Τί διαλογίζεσθε εν ταις καρδίαις υμων; 23 τί εστιν ευκοπώτερον, ειπειν, Αφέωνταί σοι αι αμαρτίαι σου, η ειπειν, Εγειρε και περιπάτει; 24 ινα δε ειδητε οτι ο υιος του ανθρώπου εξουσίαν εχει επι της γης αφιέναι αμαρτίας,ς ειπεν τω παραλελυμένω, Σοι λέγω, εγειρε και αρας το κλινίδιόν σου πορεύου εις τον οικόν σου. 25 και παραχρημα αναστας ενώπιον αυτων, αρας εφ' ο κατέκειτο, απηλθεν εις τον οικον αυτου δοξάζων τον θεόν. 26 και εκστασις ελαβεν απαντας και εδόξαζον τον θεόν, και επλήσθησαν φόβου λέγοντες οτι Ειδομεν παράδοξα σήμερον. 27 Και μετα ταυτα εξηλθεν και εθεάσατο τελώνην ονόματι Λευιν καθήμενον επι το τελώνιον, και ειπεν αυτω, Ακολούθει μοι. 28 και καταλιπων πάντα αναστας ηκολούθει αυτω. 29 Και εποίησεν δοχην μεγάλην Λευις αυτω εν τη οικία αυτου. και ην οχλος πολυς τελωνων και αλλων οι ησαν μετ' αυτων κατακείμενοι. 30 και εγόγγυζον οι Φαρισαιοι και οι γραμματεις αυτων προς τους μαθητας αυτου λέγοντες, Δια τί μετα των τελωνων και αμαρτωλων εσθίετε και πίνετε; 31 και αποκριθεις ο Ιησους ειπεν προς αυτούς, Ου χρείαν εχουσιν οι υγιαίνοντες ιατρου αλλα οι κακως εχοντες. 32 ουκ ελήλυθα καλέσαι δικαίους αλλα αμαρτωλους εις μετάνοιαν. 33 Οι δε ειπαν προς αυτόν, Οι μαθηται Ιωάννου νηστεύουσιν πυκνα και δεήσεις ποιουνται, ομοίως και οι των Φαρισαίων, οι δε σοι εσθίουσιν και πίνουσιν. 34 ο δε Ιησους ειπεν προς αυτούς, Μη δύνασθε τους υιους του νυμφωνος εν ω ο νυμφίος μετ' αυτων εστιν ποιησαι νηστευσαι; 35 ελεύσονται δε ημέραι, και οταν απαρθη απ' αυτων ο νυμφίος τότε νηστεύσουσιν εν εκείναις ταις ημέραις. 36 Ελεγεν δε και παραβολην προς αυτους οτι Ουδεις επίβλημα απο ιματίου καινου σχίσας επιβάλλει επι ιμάτιον παλαιόν. ει δε μή γε, και το καινον σχίσει και τω παλαιω ου συμφωνήσει το επίβλημα το απο του καινου. 37 και ουδεις βάλλει οινον νέον εις ασκους παλαιούς. ει δε μή γε, ρήξει ο οινος ο νέος τους ασκούς, και αυτος εκχυθήσεται και οι ασκοι απολουνται. 38 αλλα οινον νέον εις ασκους καινους βλητέον. 39 και ουδεις πιων παλαιον θέλει νέον. λέγει γάρ, Ο παλαιος χρηστός εστιν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου