Παρασκευή, 2 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
 13:1 Και εκπορευομένου αυτου εκ του ιερου λέγει αυτω εις των μαθητων αυτου, Διδάσκαλε, ιδε ποταποι λίθοι και ποταπαι οικοδομαί. 2 και ο Ιησους ειπεν αυτω, Βλέπεις ταύτας τας μεγάλας οικοδομάς; ου μη αφεθη ωδε λίθος επι λίθον ος ου μη καταλυθη. 3 Και καθημένου αυτου εις το Ορος των Ελαιων κατέναντι του ιερου επηρώτα αυτον κατ' ιδίαν Πέτρος και Ιάκωβος και Ιωάννης και Ανδρέας, 4 Ειπον ημιν πότε ταυτα εσται, και τί το σημειον οταν μέλλη ταυτα συντελεισθαι πάντα. 5 ο δε Ιησους ηρξατο λέγειν αυτοις, Βλέπετε μή τις υμας πλανήση. 6 πολλοι ελεύσονται επι τω ονόματί μου λέγοντες οτι Εγώ ειμι, και πολλους πλανήσουσιν. 7 οταν δε ακούσητε πολέμους και ακοας πολέμων, μη θροεισθε. δει γενέσθαι, αλλ ουπω το τέλος. 8 εγερθήσεται γαρ εθνος επ' εθνος και βασιλεία επι βασιλείαν, εσονται σεισμοι κατα τόπους, εσονται λιμοί. αρχη ωδίνων ταυτα. 9 βλέπετε δε υμεις εαυτούς. παραδώσουσιν υμας εις συνέδρια και εις συναγωγας δαρήσεσθε και επι ηγεμόνων και βασιλέων σταθήσεσθε ενεκεν εμου εις μαρτύριον αυτοις. 10 και εις πάντα τα εθνη πρωτον δει κηρυχθηναι το ευαγγέλιον. 11 και οταν αγωσιν υμας παραδιδόντες, μη προμεριμνατε τί λαλήσητε, αλλ ο εαν δοθη υμιν εν εκείνη τη ωρα τουτο λαλειτε, ου γάρ εστε υμεις οι λαλουντες αλλα το πνευμα το αγιον. 12 και παραδώσει αδελφος αδελφον εις θάνατον και πατηρ τέκνον, και επαναστήσονται τέκνα επι γονεις και θανατώσουσιν αυτούς. 13 και εσεσθε μισούμενοι υπο πάντων δια το ονομά μου. ο δε υπομείνας εις τέλος ουτος σωθήσεται. 14 Οταν δε ιδητε το βδέλυγμα της ερημώσεως εστηκότα οπου ου δει, ο αναγινώσκων νοείτω, τότε οι εν τη Ιουδαία φευγέτωσαν εις τα ορη, 15 ο δε επι του δώματος μη καταβάτω μηδε εισελθάτω αραί τι εκ της οικίας αυτου, 16 και ο εις τον αγρον μη επιστρεψάτω εις τα οπίσω αραι το ιμάτιον αυτου. 17 ουαι δε ταις εν γαστρι εχούσαις και ταις θηλαζούσαις εν εκείναις ταις ημέραις. 18 προσεύχεσθε δε ινα μη γένηται χειμωνος. 19 εσονται γαρ αι ημέραι εκειναι θλιψις οια ου γέγονεν τοιαύτη απ' αρχης κτίσεως ην εκτισεν ο θεος εως του νυν και ου μη γένηται. 20 και ει μη εκολόβωσεν κύριος τας ημέρας, ουκ αν εσώθη πασα σάρξ. αλλα δια τους εκλεκτους ους εξελέξατο εκολόβωσεν τας ημέρας. 21 και τότε εάν τις υμιν ειπη, Ιδε ωδε ο Χριστός, Ιδε εκει, μη πιστεύετε. 22 εγερθήσονται γαρ ψευδόχριστοι και ψευδοπροφηται και δώσουσιν σημεια και τέρατα προς το αποπλαναν, ει δυνατόν, τους εκλεκτούς. 23 υμεις δε βλέπετε. προείρηκα υμιν πάντα. 24 Αλλα εν εκείναις ταις ημέραις μετα την θλιψιν εκείνην ο ηλιος σκοτισθήσεται, και η σελήνη ου δώσει το φέγγος αυτης, 25 και οι αστέρες εσονται εκ του ουρανου πίπτοντες, και αι δυνάμεις αι εν τοις ουρανοις σαλευθήσονται. 26 και τότε οψονται τον υιον του ανθρώπου ερχόμενον εν νεφέλαις μετα δυνάμεως πολλης και δόξης. 27 και τότε αποστελει τους αγγέλους και επισυνάξει τους εκλεκτους αυτου εκ των τεσσάρων ανέμων απ' ακρου γης εως ακρου ουρανου. 28 Απο δε της συκης μάθετε την παραβολήν. οταν ηδη ο κλάδος αυτης απαλος γένηται και εκφύη τα φύλλα, γινώσκετε οτι εγγυς το θέρος εστίν. 29 ουτως και υμεις, οταν ιδητε ταυτα γινόμενα, γινώσκετε οτι εγγύς εστιν επι θύραις. 30 αμην λέγω υμιν οτι ου μη παρέλθη η γενεα αυτη μέχρις ου ταυτα πάντα γένηται. 31 ο ουρανος και η γη παρελεύσονται, οι δε λόγοι μου ου μη παρελεύσονται. 32 Περι δε της ημέρας εκείνης η της ωρας ουδεις οιδεν, ουδε οι αγγελοι εν ουρανω ουδε ο υιός, ει μη ο πατήρ. 33 βλέπετε αγρυπνειτε. ουκ οιδατε γαρ πότε ο καιρός εστιν. 34 ως ανθρωπος απόδημος αφεις την οικίαν αυτου και δους τοις δούλοις αυτου την εξουσίαν, εκάστω το εργον αυτου, και τω θυρωρω ενετείλατο ινα γρηγορη. 35 γρηγορειτε ουν, ουκ οιδατε γαρ πότε ο κύριος της οικίας ερχεται, η οψε η μεσονύκτιον η αλεκτοροφωνίας η πρωϊ, 36 μη ελθων εξαίφνης ευρη υμας καθεύδοντας. 37 ο δε υμιν λέγω, πασιν λέγω, γρηγορειτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου