Τρίτη, 13 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
 2:1 Εγένετο δε εν ταις ημέραις εκείναις εξηλθεν δόγμα παρα Καίσαρος Αυγούστου απογράφεσθαι πασαν την οικουμένην. 2 αυτη απογραφη πρώτη εγένετο ηγεμονεύοντος της Συρίας Κυρηνίου. 3 και επορεύοντο πάντες απογράφεσθαι, εκαστος εις την εαυτου πόλιν. 4 Ανέβη δε και Ιωσηφ απο της Γαλιλαίας εκ πόλεως Ναζαρεθ εις την Ιουδαίαν εις πόλιν Δαυιδ ητις καλειται Βηθλέεμ, δια το ειναι αυτον εξ οικου και πατριας Δαυίδ, 5 απογράψασθαι συν Μαριαμ τη εμνηστευμένη αυτω, ουση εγκύω. 6 εγένετο δε εν τω ειναι αυτους εκει επλήσθησαν αι ημέραι του τεκειν αυτήν, 7 και ετεκεν τον υιον αυτης τον πρωτότοκον. και εσπαργάνωσεν αυτον και ανέκλινεν αυτον εν φάτνη, διότι ουκ ην αυτοις τόπος εν τω καταλύματι. 8 Και ποιμένες ησαν εν τη χώρα τη αυτη αγραυλουντες και φυλάσσοντες φυλακας της νυκτος επι την ποίμνην αυτων. 9 και αγγελος κυρίου επέστη αυτοις και δόξα κυρίου περιέλαμψεν αυτούς, και εφοβήθησαν φόβον μέγαν. 10 και ειπεν αυτοις ο αγγελος, Μη φοβεισθε, ιδου γαρ ευαγγελίζομαι υμιν χαραν μεγάλην ητις εσται παντι τω λαω, 11 οτι ετέχθη υμιν σήμερον σωτηρ ος εστιν Χριστος κύριος εν πόλει Δαυίδ. 12 και τουτο υμιν το σημειον, ευρήσετε βρέφος εσπαργανωμένον και κείμενον εν φάτνη. 13 και εξαίφνης εγένετο συν τω αγγέλω πληθος στρατιας ουρανίου αινούντων τον θεον και λεγόντων, 14 Δόξα εν υψίστοις θεω και επι γης ειρήνη εν ανθρώποις ευδοκίας. 15 Και εγένετο ως απηλθον απ' αυτων εις τον ουρανον οι αγγελοι, οι ποιμένες ελάλουν προς αλλήλους, Διέλθωμεν δη εως Βηθλέεμ και ιδωμεν το ρημα τουτο το γεγονος ο ο κύριος εγνώρισεν ημιν. 16 και ηλθαν σπεύσαντες και ανευραν τήν τε Μαριαμ και τον Ιωσηφ και το βρέφος κείμενον εν τη φάτνη. 17 ιδόντες δε εγνώρισαν περι του ρήματος του λαληθέντος αυτοις περι του παιδίου τούτου. 18 και πάντες οι ακούσαντες εθαύμασαν περι των λαληθέντων υπο των ποιμένων προς αυτούς. 19 η δε Μαριαμ πάντα συνετήρει τα ρήματα ταυτα συμβάλλουσα εν τη καρδία αυτης. 20 και υπέστρεψαν οι ποιμένες δοξάζοντες και αινουντες τον θεον επι πασιν οις ηκουσαν και ειδον καθως ελαλήθη προς αυτούς. 21 Και οτε επλήσθησαν ημέραι οκτω του περιτεμειν αυτόν, και εκλήθη το ονομα αυτου Ιησους, το κληθεν υπο του αγγέλου προ του συλλημφθηναι αυτον εν τη κοιλία. 22 Και οτε επλήσθησαν αι ημέραι του καθαρισμου αυτων κατα τον νόμον Μωϋσέως, ανήγαγον αυτον εις Ιεροσόλυμα παραστησαι τω κυρίω, 23 καθως γέγραπται εν νόμω κυρίου οτι Παν αρσεν διανοιγον μήτραν αγιον τω κυρίω κληθήσεται, 24 και του δουναι θυσίαν κατα το ειρημένον εν τω νόμω κυρίου, ζευγος τρυγόνων η δύο νοσσους περιστερων. 25 Και ιδου ανθρωπος ην εν Ιερουσαλημ ω ονομα Συμεών, και ο ανθρωπος ουτος δίκαιος και ευλαβής, προσδεχόμενος παράκλησιν του Ισραήλ, και πνευμα ην αγιον επ' αυτόν. 26 και ην αυτω κεχρηματισμένον υπο του πνεύματος του αγίου μη ιδειν θάνατον πριν η αν ιδη τον Χριστον κυρίου. 27 και ηλθεν εν τω πνεύματι εις το ιερόν. και εν τω εισαγαγειν τους γονεις το παιδίον Ιησουν του ποιησαι αυτους κατα το ειθισμένον του νόμου περι αυτου 28 και αυτος εδέξατο αυτο εις τας αγκάλας και ευλόγησεν τον θεον και ειπεν, 29 Νυν απολύεις τον δουλόν σου, δέσποτα, κατα το ρημά σου εν ειρήνη. 30 οτι ειδον οι οφθαλμοί μου το σωτήριόν σου 31 ο ητοίμασας κατα πρόσωπον πάντων των λαων, 32 φως εις αποκάλυψιν εθνων και δόξαν λαου σου Ισραήλ. 33 και ην ο πατηρ αυτου και η μήτηρ θαυμάζοντες επι τοις λαλουμένοις περι αυτου. 34 και ευλόγησεν αυτους Συμεων και ειπεν προς Μαριαμ την μητέρα αυτου, Ιδου ουτος κειται εις πτωσιν και ανάστασιν πολλων εν τω Ισραηλ και εις σημειον αντιλεγόμενον 35 (και σου δε αυτης την ψυχην διελεύσεται ρομφαία), οπως αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοί. 36 Και ην Αννα προφητις, θυγάτηρ Φανουήλ, εκ φυλης Ασήρ. αυτη προβεβηκυια εν ημέραις πολλαις, ζήσασα μετα ανδρος ετη επτα απο της παρθενίας αυτης, 37 και αυτη χήρα εως ετων ογδοήκοντα τεσσάρων, η ουκ αφίστατο του ιερου νηστείαις και δεήσεσιν λατρεύουσα νύκτα και ημέραν. 38 και αυτη τη ωρα επιστασα ανθωμολογειτο τω θεω και ελάλει περι αυτου πασιν τοις προσδεχομένοις λύτρωσιν Ιερουσαλήμ. 39 Και ως ετέλεσαν πάντα τα κατα τον νόμον κυρίου, επέστρεψαν εις την Γαλιλαίαν εις πόλιν εαυτων Ναζαρέθ. 40 Το δε παιδίον ηυξανεν και εκραταιουτο πληρούμενον σοφία, και χάρις θεου ην επ' αυτό. 41 Και επορεύοντο οι γονεις αυτου κατ' ετος εις Ιερουσαλημ τη εορτη του πάσχα. 42 και οτε εγένετο ετων δώδεκα, αναβαινόντων αυτων κατα το εθος της εορτης 43 και τελειωσάντων τας ημέρας, εν τω υποστρέφειν αυτους υπέμεινεν Ιησους ο παις εν Ιερουσαλήμ, και ουκ εγνωσαν οι γονεις αυτου. 44 νομίσαντες δε αυτον ειναι εν τη συνοδία ηλθον ημέρας οδον και ανεζήτουν αυτον εν τοις συγγενευσιν και τοις γνωστοις, 45 και μη ευρόντες υπέστρεψαν εις Ιερουσαλημ αναζητουντες αυτόν. 46 και εγένετο μετα ημέρας τρεις ευρον αυτον εν τω ιερω καθεζόμενον εν μέσω των διδασκάλων και ακούοντα αυτων και επερωτωντα αυτούς. 47 εξίσταντο δε πάντες οι ακούοντες αυτου επι τη συνέσει και ταις αποκρίσεσιν αυτου. 48 και ιδόντες αυτον εξεπλάγησαν, και ειπεν προς αυτον η μήτηρ αυτου, Τέκνον, τί εποίησας ημιν ουτως; ιδου ο πατήρ σου καγω οδυνώμενοι εζητουμέν σε. 49 και ειπεν προς αυτούς, Τί οτι εζητειτέ με; ουκ ηδειτε οτι εν τοις του πατρός μου δει ειναί με; 50 και αυτοι ου συνηκαν το ρημα ο ελάλησεν αυτοις. 51 και κατέβη μετ' αυτων και ηλθεν εις Ναζαρέθ, και ην υποτασσόμενος αυτοις. και η μήτηρ αυτου διετήρει πάντα τα ρήματα εν τη καρδία αυτης. 52 Και Ιησους προέκοπτεν εν τη σοφία και ηλικία και χάριτι παρα θεω και ανθρώποις. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου