Δευτέρα, 5 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
  14:1 Ην δε το πάσχα και τα αζυμα μετα δύο ημέρας. και εζήτουν οι αρχιερεις και οι γραμματεις πως αυτον εν δόλω κρατήσαντες αποκτείνωσιν. 2 ελεγον γάρ, Μη εν τη εορτη, μήποτε εσται θόρυβος του λαου. 3 Και οντος αυτου εν Βηθανία εν τη οικία Σίμωνος του λεπρου κατακειμένου αυτου ηλθεν γυνη εχουσα αλάβαστρον μύρου νάρδου πιστικης πολυτελους. συντρίψασα την αλάβαστρον κατέχεεν αυτου της κεφαλης. 4 ησαν δέ τινες αγανακτουντες προς εαυτούς, Εις τί η απώλεια αυτη του μύρου γέγονεν; 5 ηδύνατο γαρ τουτο το μύρον πραθηναι επάνω δηναρίων τριακοσίων και δοθηναι τοις πτωχοις. και ενεβριμωντο αυτη. 6 ο δε Ιησους ειπεν, Αφετε αυτήν. τί αυτη κόπους παρέχετε; καλον εργον ηργάσατο εν εμοί. 7 πάντοτε γαρ τους πτωχους εχετε μεθ' εαυτων, και οταν θέλητε δύνασθε αυτοις ευ ποιησαι, εμε δε ου πάντοτε εχετε. 8 ο εσχεν εποίησεν. προέλαβεν μυρίσαι το σωμά μου εις τον ενταφιασμόν. 9 αμην δε λέγω υμιν, οπου εαν κηρυχθη το ευαγγέλιον εις ολον τον κόσμον, και ο εποίησεν αυτη λαληθήσεται εις μνημόσυνον αυτης. 10 Και Ιούδας Ισκαριωθ ο εις των δώδεκα απηλθεν προς τους αρχιερεις ινα αυτον παραδοι αυτοις. 11 οι δε ακούσαντες εχάρησαν και επηγγείλαντο αυτω αργύριον δουναι. και εζήτει πως αυτον ευκαίρως παραδοι. 12 Και τη πρώτη ημέρα των αζύμων, οτε το πάσχα εθυον, λέγουσιν αυτω οι μαθηται αυτου, Που θέλεις απελθόντες ετοιμάσωμεν ινα φάγης το πάσχα; 13 και αποστέλλει δύο των μαθητων αυτου και λέγει αυτοις, Υπάγετε εις την πόλιν, και απαντήσει υμιν ανθρωπος κεράμιον υδατος βαστάζων. ακολουθήσατε αυτω, 14 και οπου εαν εισέλθη ειπατε τω οικοδεσπότη οτι Ο διδάσκαλος λέγει, Που εστιν το κατάλυμά μου οπου το πάσχα μετα των μαθητων μου φάγω; 15 και αυτος υμιν δείξει ανάγαιον μέγα εστρωμένον ετοιμον. και εκει ετοιμάσατε ημιν. 16 και εξηλθον οι μαθηται και ηλθον εις την πόλιν και ευρον καθως ειπεν αυτοις, και ητοίμασαν το πάσχα. 17 Και οψίας γενομένης ερχεται μετα των δώδεκα. 18 και ανακειμένων αυτων και εσθιόντων ο Ιησους ειπεν, Αμην λέγω υμιν οτι εις εξ υμων παραδώσει με, ο εσθίων μετ' εμου. 19 ηρξαντο λυπεισθαι και λέγειν αυτω εις κατα εις, Μήτι εγώ; 20 ο δε ειπεν αυτοις, Εις των δώδεκα, ο εμβαπτόμενος μετ' εμου εις το τρύβλιον. 21 οτι ο μεν υιος του ανθρώπου υπάγει καθως γέγραπται περι αυτου, ουαι δε τω ανθρώπω εκείνω δι' ου ο υιος του ανθρώπου παραδίδοται. καλον αυτω ει ουκ εγεννήθη ο ανθρωπος εκεινος. 22 Και εσθιόντων αυτων λαβων αρτον ευλογήσας εκλασεν και εδωκεν αυτοις και ειπεν, Λάβετε, τουτό εστιν το σωμά μου. 23 και λαβων ποτήριον ευχαριστήσας εδωκεν αυτοις, και επιον εξ αυτου πάντες. 24 και ειπεν αυτοις, Τουτό εστιν το αιμά μου της διαθήκης το εκχυννόμενον υπερ πολλων. 25 αμην λέγω υμιν οτι ουκέτι ου μη πίω εκ του γενήματος της αμπέλου εως της ημέρας εκείνης οταν αυτο πίνω καινον εν τη βασιλεία του θεου. 26 Και υμνήσαντες εξηλθον εις το Ορος των Ελαιων. 27 Και λέγει αυτοις ο Ιησους οτι Πάντες σκανδαλισθήσεσθε, οτι γέγραπται, Πατάξω τον ποιμένα, και τα πρόβατα διασκορπισθήσονται. 28 αλλα μετα το εγερθηναί με προάξω υμας εις την Γαλιλαίαν. 29 ο δε Πέτρος εφη αυτω, Ει και πάντες σκανδαλισθήσονται, αλλ ουκ εγώ. 30 και λέγει αυτω ο Ιησους, Αμην λέγω σοι οτι συ σήμερον ταύτη τη νυκτι πριν η δις αλέκτορα φωνησαι τρίς με απαρνήση. 31 ο δε εκπερισσως ελάλει, Εαν δέη με συναποθανειν σοι, ου μή σε απαρνήσομαι. ωσαύτως δε και πάντες ελεγον. 32 Και ερχονται εις χωρίον ου το ονομα Γεθσημανί, και λέγει τοις μαθηταις αυτου, Καθίσατε ωδε εως προσεύξωμαι. 33 και παραλαμβάνει τον Πέτρον και τον Ιάκωβον και τον Ιωάννην μετ' αυτου, και ηρξατο εκθαμβεισθαι και αδημονειν, 34 και λέγει αυτοις, Περίλυπός εστιν η ψυχή μου εως θανάτου. μείνατε ωδε και γρηγορειτε. 35 και προελθων μικρον επιπτεν επι της γης, και προσηύχετο ινα ει δυνατόν εστιν παρέλθη απ' αυτου η ωρα, 36 και ελεγεν, Αββα ο πατήρ, πάντα δυνατά σοι. παρένεγκε το ποτήριον τουτο απ' εμου. αλλ ου τί εγω θέλω αλλα τί σύ. 37 και ερχεται και ευρίσκει αυτους καθεύδοντας, και λέγει τω Πέτρω, Σίμων, καθεύδεις; ουκ ισχυσας μίαν ωραν γρηγορησαι; 38 γρηγορειτε και προσεύχεσθε, ινα μη ελθητε εις πειρασμόν. το μεν πνευμα πρόθυμον η δε σαρξ ασθενής. 39 και πάλιν απελθων προσηύξατο τον αυτον λόγον ειπών. 40 και πάλιν ελθων ευρεν αυτους καθεύδοντας, ησαν γαρ αυτων οι οφθαλμοι καταβαρυνόμενοι, και ουκ ηδεισαν τί αποκριθωσιν αυτω. 41 και ερχεται το τρίτον και λέγει αυτοις, Καθεύδετε το λοιπον και αναπαύεσθε; απέχει. ηλθεν η ωρα, ιδου παραδίδοται ο υιος του ανθρώπου εις τας χειρας των αμαρτωλων. 42 εγείρεσθε αγωμεν. ιδου ο παραδιδούς με ηγγικεν. 43 Και ευθυς ετι αυτου λαλουντος παραγίνεται Ιούδας εις των δώδεκα και μετ' αυτου οχλος μετα μαχαιρων και ξύλων παρα των αρχιερέων και των γραμματέων και των πρεσβυτέρων. 44 δεδώκει δε ο παραδιδους αυτον σύσσημον αυτοις λέγων, Ον αν φιλήσω αυτός εστιν. κρατήσατε αυτον και απάγετε ασφαλως. 45 και ελθων ευθυς προσελθων αυτω λέγει, Ραββί, και κατεφίλησεν αυτόν. 46 οι δε επέβαλον τας χειρας αυτω και εκράτησαν αυτόν. 47 εις δέ τις των παρεστηκότων σπασάμενος την μάχαιραν επαισεν τον δουλον του αρχιερέως και αφειλεν αυτου το ωτάριον. 48 και αποκριθεις ο Ιησους ειπεν αυτοις, Ως επι ληστην εξήλθατε μετα μαχαιρων και ξύλων συλλαβειν με; 49 καθ' ημέραν ημην προς υμας εν τω ιερω διδάσκων και ουκ εκρατήσατέ με. αλλ ινα πληρωθωσιν αι γραφαί. 50 και αφέντες αυτον εφυγον πάντες. 51 Και νεανίσκος τις συνηκολούθει αυτω περιβεβλημένος σινδόνα επι γυμνου, και κρατουσιν αυτόν. 52 ο δε καταλιπων την σινδόνα γυμνος εφυγεν. 53 Και απήγαγον τον Ιησουν προς τον αρχιερέα, και συνέρχονται πάντες οι αρχιερεις και οι πρεσβύτεροι και οι γραμματεις. 54 και ο Πέτρος απο μακρόθεν ηκολούθησεν αυτω εως εσω εις την αυλην του αρχιερέως, και ην συγκαθήμενος μετα των υπηρετων και θερμαινόμενος προς το φως. 55 οι δε αρχιερεις και ολον το συνέδριον εζήτουν κατα του Ιησου μαρτυρίαν εις το θανατωσαι αυτόν, και ουχ ηυρισκον. 56 πολλοι γαρ εψευδομαρτύρουν κατ' αυτου, και ισαι αι μαρτυρίαι ουκ ησαν. 57 καί τινες αναστάντες εψευδομαρτύρουν κατ' αυτου λέγοντες 58 οτι Ημεις ηκούσαμεν αυτου λέγοντος οτι Εγω καταλύσω τον ναον τουτον τον χειροποίητον και δια τριων ημερων αλλον αχειροποίητον οικοδομήσω. 59 και ουδε ουτως ιση ην η μαρτυρία αυτων. 60 και αναστας ο αρχιερευς εις μέσον επηρώτησεν τον Ιησουν λέγων, Ουκ αποκρίνη ουδέν; τί ουτοί σου καταμαρτυρουσιν; 61 ο δε εσιώπα και ουκ απεκρίνατο ουδέν. πάλιν ο αρχιερευς επηρώτα αυτον και λέγει αυτω, Συ ει ο Χριστος ο υιος του ευλογητου; 62 ο δε Ιησους ειπεν, Εγώ ειμι, και οψεσθε τον υιον του ανθρώπου εκ δεξιων καθήμενον της δυνάμεως και ερχόμενον μετα των νεφελων του ουρανου. 63 ο δε αρχιερευς διαρρήξας τους χιτωνας αυτου λέγει, Τί ετι χρείαν εχομεν μαρτύρων; 64 ηκούσατε της βλασφημίας. τί υμιν φαίνεται; οι δε πάντες κατέκριναν αυτον ενοχον ειναι θανάτου. 65 Και ηρξαντό τινες εμπτύειν αυτω και περικαλύπτειν αυτου το πρόσωπον και κολαφίζειν αυτον και λέγειν αυτω, Προφήτευσον, και οι υπηρέται ραπίσμασιν αυτον ελαβον. 66 Και οντος του Πέτρου κάτω εν τη αυλη ερχεται μία των παιδισκων του αρχιερέως, 67 και ιδουσα τον Πέτρον θερμαινόμενον εμβλέψασα αυτω λέγει, Και συ μετα του Ναζαρηνου ησθα του Ιησου. 68 ο δε ηρνήσατο λέγων, Ουτε οιδα ουτε επίσταμαι συ τί λέγεις. και εξηλθεν εξω εις το προαύλιον. και αλέκτωρ εφώνησεν. 69 και η παιδίσκη ιδουσα αυτον ηρξατο πάλιν λέγειν τοις παρεστωσιν οτι Ουτος εξ αυτων εστιν. 70 ο δε πάλιν ηρνειτο. και μετα μικρον πάλιν οι παρεστωτες ελεγον τω Πέτρω, Αληθως εξ αυτων ει, και γαρ Γαλιλαιος ει. 71 ο δε ηρξατο αναθεματίζειν και ομνύναι οτι Ουκ οιδα τον ανθρωπον τουτον ον λέγετε. 72 και ευθυς εκ δευτέρου αλέκτωρ εφώνησεν. και ανεμνήσθη ο Πέτρος το ρημα ως ειπεν αυτω ο Ιησους οτι Πριν αλέκτορα φωνησαι δις τρίς με απαρνήση. και επιβαλων εκλαιεν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου