Τετάρτη, 7 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
  15:1 Και ευθυς πρωϊ συμβούλιον ποιήσαντες οι αρχιερεις μετα των πρεσβυτέρων και γραμματέων και ολον το συνέδριον δήσαντες τον Ιησουν απήνεγκαν και παρέδωκαν Πιλάτω. 2 και επηρώτησεν αυτον ο Πιλατος, Συ ει ο βασιλευς των Ιουδαίων; ο δε αποκριθεις αυτω λέγει, Συ λέγεις. 3 και κατηγόρουν αυτου οι αρχιερεις πολλά. 4 ο δε Πιλατος πάλιν επηρώτα αυτον λέγων, Ουκ αποκρίνη ουδέν; ιδε πόσα σου κατηγορουσιν. 5 ο δε Ιησους ουκέτι ουδεν απεκρίθη, ωστε θαυμάζειν τον Πιλατον. 6 Κατα δε εορτην απέλυεν αυτοις ενα δέσμιον ον παρητουντο. 7 ην δε ο λεγόμενος Βαραββας μετα των στασιαστων δεδεμένος οιτινες εν τη στάσει φόνον πεποιήκεισαν. 8 και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποίει αυτοις. 9 ο δε Πιλατος απεκρίθη αυτοις λέγων, Θέλετε απολύσω υμιν τον βασιλέα των Ιουδαίων; 10 εγίνωσκεν γαρ οτι δια φθόνον παραδεδώκεισαν αυτον οι αρχιερεις. 11 οι δε αρχιερεις ανέσεισαν τον οχλον ινα μαλλον τον Βαραββαν απολύση αυτοις. 12 ο δε Πιλατος πάλιν αποκριθεις ελεγεν αυτοις, Τί ουν θέλετε ποιήσω ον λέγετε τον βασιλέα των Ιουδαίων; 13 οι δε πάλιν εκραξαν, Σταύρωσον αυτόν. 14 ο δε Πιλατος ελεγεν αυτοις, Τί γαρ εποίησεν κακόν; οι δε περισσως εκραξαν, Σταύρωσον αυτόν. 15 ο δε Πιλατος βουλόμενος τω οχλω το ικανον ποιησαι απέλυσεν αυτοις τον Βαραββαν, και παρέδωκεν τον Ιησουν φραγελλώσας ινα σταυρωθη. 16 Οι δε στρατιωται απήγαγον αυτον εσω της αυλης, ο εστιν πραιτώριον, και συγκαλουσιν ολην την σπειραν. 17 και ενδιδύσκουσιν αυτον πορφύραν και περιτιθέασιν αυτω πλέξαντες ακάνθινον στέφανον. 18 και ηρξαντο ασπάζεσθαι αυτόν, Χαιρε, βασιλευ των Ιουδαίων. 19 και ετυπτον αυτου την κεφαλην καλάμω και ενέπτυον αυτω, και τιθέντες τα γόνατα προσεκύνουν αυτω. 20 και οτε ενέπαιξαν αυτω, εξέδυσαν αυτον την πορφύραν και ενέδυσαν αυτον τα ιμάτια αυτου. και εξάγουσιν αυτον ινα σταυρώσωσιν αυτόν. 21 Και αγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναιον ερχόμενον απ' αγρου, τον πατέρα Αλεξάνδρου και Ρούφου, ινα αρη τον σταυρον αυτου. 22 και φέρουσιν αυτον επι τον Γολγοθαν τόπον, ο εστιν μεθερμηνευόμενον Κρανίου Τόπος. 23 και εδίδουν αυτω εσμυρνισμένον οινον, ος δε ουκ ελαβεν. 24 και σταυρουσιν αυτον και διαμερίζονται τα ιμάτια αυτου, βάλλοντες κληρον επ' αυτα τίς τί αρη. 25 ην δε ωρα τρίτη και εσταύρωσαν αυτόν. 26 και ην η επιγραφη της αιτίας αυτου επιγεγραμμένη, Ο βασιλευς των Ιουδαίων. 27 Και συν αυτω σταυρουσιν δύο ληστάς, ενα εκ δεξιων και ενα εξ ευωνύμων αυτου. 28 29 Και οι παραπορευόμενοι εβλασφήμουν αυτον κινουντες τας κεφαλας αυτων και λέγοντες, Ουα ο καταλύων τον ναον και οικοδομων εν τρισιν ημέραις, 30 σωσον σεαυτον καταβας απο του σταυρου. 31 ομοίως και οι αρχιερεις εμπαίζοντες προς αλλήλους μετα των γραμματέων ελεγον, Αλλους εσωσεν, εαυτον ου δύναται σωσαι. 32 ο Χριστος ο βασιλευς Ισραηλ καταβάτω νυν απο του σταυρου, ινα ιδωμεν και πιστεύσωμεν. και οι συνεσταυρωμένοι συν αυτω ωνείδιζον αυτόν. 33 Και γενομένης ωρας εκτης σκότος εγένετο εφ' ολην την γην εως ωρας ενάτης. 34 και τη ενάτη ωρα εβόησεν ο Ιησους φωνη μεγάλη, Ελωι ελωι λεμα σαβαχθανι; ο εστιν μεθερμηνευόμενον Ο θεός μου ο θεός μου, εις τί εγκατέλιπές με; 35 καί τινες των παρεστηκότων ακούσαντες ελεγον, Ιδε Ηλίαν φωνει. 36 δραμων δέ τις και γεμίσας σπόγγον οξους περιθεις καλάμω επότιζεν αυτόν, λέγων, Αφετε ιδωμεν ει ερχεται Ηλίας καθελειν αυτόν. 37 ο δε Ιησους αφεις φωνην μεγάλην εξέπνευσεν. 38 Και το καταπέτασμα του ναου εσχίσθη εις δύο απ' ανωθεν εως κάτω. 39 Ιδων δε ο κεντυρίων ο παρεστηκως εξ εναντίας αυτου οτι ουτως εξέπνευσεν ειπεν, Αληθως ουτος ο ανθρωπος υιος θεου ην. 40 Ησαν δε και γυναικες απο μακρόθεν θεωρουσαι, εν αις και Μαρία η Μαγδαληνη και Μαρία η Ιακώβου του μικρου και Ιωσητος μήτηρ και Σαλώμη, 41 αι οτε ην εν τη Γαλιλαία ηκολούθουν αυτω και διηκόνουν αυτω, και αλλαι πολλαι αι συναναβασαι αυτω εις Ιεροσόλυμα. 42 Και ηδη οψίας γενομένης, επει ην παρασκευή, ο εστιν προσάββατον, 43 ελθων Ιωσηφ ο απο Αριμαθαίας ευσχήμων βουλευτής, ος και αυτος ην προσδεχόμενος την βασιλείαν του θεου, τολμήσας εισηλθεν προς τον Πιλατον και ητήσατο το σωμα του Ιησου. 44 ο δε Πιλατος εθαύμασεν ει ηδη τέθνηκεν, και προσκαλεσάμενος τον κεντυρίωνα επηρώτησεν αυτον ει πάλαι απέθανεν. 45 και γνους απο του κεντυρίωνος εδωρήσατο το πτωμα τω Ιωσήφ. 46 και αγοράσας σινδόνα καθελων αυτον ενείλησεν τη σινδόνι και εθηκεν αυτον εν μνημείω ο ην λελατομημένον εκ πέτρας, και προσεκύλισεν λίθον επι την θύραν του μνημείου. 47 η δε Μαρία η Μαγδαληνη και Μαρία η Ιωσητος εθεώρουν που τέθειται. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου