Πέμπτη, 27 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
18:1 Ελεγεν δε παραβολην αυτοις προς το δειν πάντοτε προσεύχεσθαι αυτους και μη εγκακειν, 2 λέγων, Κριτής τις ην εν τινι πόλει τον θεον μη φοβούμενος και ανθρωπον μη εντρεπόμενος. 3 χήρα δε ην εν τη πόλει εκείνη και ηρχετο προς αυτον λέγουσα, Εκδίκησόν με απο του αντιδίκου μου. 4 και ουκ ηθελεν επι χρόνον, μετα δε ταυτα ειπεν εν εαυτω, Ει και τον θεον ου φοβουμαι ουδε ανθρωπον εντρέπομαι, 5 διά γε το παρέχειν μοι κόπον την χήραν ταύτην εκδικήσω αυτήν, ινα μη εις τέλος ερχομένη υπωπιάζη με. 6 Ειπεν δε ο κύριος, Ακούσατε τί ο κριτης της αδικίας λέγει. 7 ο δε θεος ου μη ποιήση την εκδίκησιν των εκλεκτων αυτου των βοώντων αυτω ημέρας και νυκτός, και μακροθυμει επ' αυτοις; 8 λέγω υμιν οτι ποιήσει την εκδίκησιν αυτων εν τάχει. πλην ο υιος του ανθρώπου ελθων αρα ευρήσει την πίστιν επι της γης; 9 Ειπεν δε και πρός τινας τους πεποιθότας εφ' εαυτοις οτι εισιν δίκαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταύτην. 10 Ανθρωποι δύο ανέβησαν εις το ιερον προσεύξασθαι, ο εις Φαρισαιος και ο ετερος τελώνης. 11 ο Φαρισαιος σταθεις προς εαυτον ταυτα προσηύχετο, Ο θεός, ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρώπων, αρπαγες, αδικοι, μοιχοί, η και ως ουτος ο τελώνης. 12 νηστεύω δις του σαββάτου, αποδεκατω πάντα οσα κτωμαι. 13 ο δε τελώνης μακρόθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανόν, αλλ ετυπτεν το στηθος αυτου λέγων, Ο θεός, ιλάσθητί μοι τω αμαρτωλω. 14 λέγω υμιν, κατέβη ουτος δεδικαιωμένος εις τον οικον αυτου παρ' εκεινον. οτι πας ο υψων εαυτον ταπεινωθήσεται, ο δε ταπεινων εαυτον υψωθήσεται. 15 Προσέφερον δε αυτω και τα βρέφη ινα αυτων απτηται. ιδόντες δε οι μαθηται επετίμων αυτοις. 16 ο δε Ιησους προσεκαλέσατο αυτα λέγων, Αφετε τα παιδία ερχεσθαι πρός με και μη κωλύετε αυτά, των γαρ τοιούτων εστιν η βασιλεία του θεου. 17 αμην λέγω υμιν, ος αν μη δέξηται την βασιλείαν του θεου ως παιδίον, ου μη εισέλθη εις αυτήν. 18 Και επηρώτησέν τις αυτον αρχων λέγων, Διδάσκαλε αγαθέ, τί ποιήσας ζωην αιώνιον κληρονομήσω; 19 ειπεν δε αυτω ο Ιησους, Τί με λέγεις αγαθόν; ουδεις αγαθος ει μη εις ο θεός. 20 τας εντολας οιδας. Μη μοιχεύσης, Μη φονεύσης, Μη κλέψης, Μη ψευδομαρτυρήσης, Τίμα τον πατέρα σου και την μητέρα. 21 ο δε ειπεν, Ταυτα πάντα εφύλαξα εκ νεότητος. 22 ακούσας δε ο Ιησους ειπεν αυτω, Ετι εν σοι λείπει. πάντα οσα εχεις πώλησον και διάδος πτωχοις, και εξεις θησαυρον εν τοις ουρανοις, και δευρο ακολούθει μοι. 23 ο δε ακούσας ταυτα περίλυπος εγενήθη, ην γαρ πλούσιος σφόδρα. 24 Ιδων δε αυτον ο Ιησους περίλυπον γενόμενον ειπεν, Πως δυσκόλως οι τα χρήματα εχοντες εις την βασιλείαν του θεου εισπορεύονται. 25 ευκοπώτερον γάρ εστιν κάμηλον δια τρήματος βελόνης εισελθειν η πλούσιον εις την βασιλείαν του θεου εισελθειν. 26 ειπαν δε οι ακούσαντες, Και τίς δύναται σωθηναι; 27 ο δε ειπεν, Τα αδύνατα παρα ανθρώποις δυνατα παρα τω θεω εστιν. 28 Ειπεν δε ο Πέτρος, Ιδου ημεις αφέντες τα ιδια ηκολουθήσαμέν σοι. 29 ο δε ειπεν αυτοις, Αμην λέγω υμιν οτι ουδείς εστιν ος αφηκεν οικίαν η γυναικα η αδελφους η γονεις η τέκνα ενεκεν της βασιλείας του θεου, 30 ος ουχι μη απολάβη πολλαπλασίονα εν τω καιρω τούτω και εν τω αιωνι τω ερχομένω ζωην αιώνιον. 31 Παραλαβων δε τους δώδεκα ειπεν προς αυτούς, Ιδου αναβαίνομεν εις Ιερουσαλήμ, και τελεσθήσεται πάντα τα γεγραμμένα δια των προφητων τω υιω του ανθρώπου. 32 παραδοθήσεται γαρ τοις εθνεσιν και εμπαιχθήσεται και υβρισθήσεται και εμπτυσθήσεται, 33 και μαστιγώσαντες αποκτενουσιν αυτόν, και τη ημέρα τη τρίτη αναστήσεται. 34 και αυτοι ουδεν τούτων συνηκαν, και ην το ρημα τουτο κεκρυμμένον απ' αυτων, και ουκ εγίνωσκον τα λεγόμενα. 35 Εγένετο δε εν τω εγγίζειν αυτον εις Ιεριχω τυφλός τις εκάθητο παρα την οδον επαιτων. 36 ακούσας δε οχλου διαπορευομένου επυνθάνετο τί ειη τουτο. 37 απήγγειλαν δε αυτω οτι Ιησους ο Ναζωραιος παρέρχεται. 38 και εβόησεν λέγων, Ιησου, υιε Δαυίδ, ελέησόν με. 39 και οι προάγοντες επετίμων αυτω ινα σιγήση. αυτος δε πολλω μαλλον εκραζεν, Υιε Δαυίδ, ελέησόν με. 40 σταθεις δε ο Ιησους εκέλευσεν αυτον αχθηναι προς αυτόν. εγγίσαντος δε αυτου επηρώτησεν αυτόν, 41 Τί σοι θέλεις ποιήσω; ο δε ειπεν, Κύριε, ινα αναβλέψω. 42 και ο Ιησους ειπεν αυτω, Ανάβλεψον. η πίστις σου σέσωκέν σε. 43 και παραχρημα ανέβλεψεν, και ηκολούθει αυτω δοξάζων τον θεόν. και πας ο λαος ιδων εδωκεν αινον τω θεω. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου