Τετάρτη 26 Δεκεμβρίου 2012

ΤΑ ΚΑΛΑΝΤΑ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

(Σιναΐτικη ἀφαβητικὴ ἀκροστοιχίδα) 
Ἦχος α´. Ῥυθμὸς τετράσημος.

 ναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκοισεν 
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ 
χαῖρε Ἄχραντε.

Βασιλεὺς τῶν ὅλων καὶ Κύριος ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι 
ερου ρεμ ερου ρεμ ρερου ρε και τενενά 
χαῖρε Δέσποινα.

Γηγενεῖς σκιρτάτε καὶ χαίρεσθε, τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε 
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ 
χαῖρε Ἄχραντε.

Δεῦτε ἐν σπηλαίῳ θεάσασθαι, κείμενον ἐν φάτνῃ τὸν Κύριον 
ερου ρεμ ερου ρεμ ρερου ρε και τενενα 
χαῖρε Δέσποινα.

ξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσι ἄξια. 
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ 
χαῖρε Ἄχραντε.

Ζητοῦν προσκυνήσαι τὸν Κύριον, τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον. 
ερου ρεμ ερου ρεμ ρερου ρε τε και τενενα 
χαῖρε Δέσποινα.

 ἀστὴρ τοὺς μάγους ὁδήγησεν ἄνω τοῦ σπηλαίου τοὺς ἔφερεν
Θεὸς Βασιλεὺς προαιώνιος τίκτεται ἐκ κόρης Θεόπαιδος. 

δὼν ὁ Ἡρῴδης ἐθαύμασε τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν. 
Κράζει καὶ βοᾶ πρὸς τοὺς ἱερεῖς τοὺς δοξολογοῦντας τὸν Κύριον. 
Λέγετε σοφοὶ καὶ διδάσκαλοι ἄρα που γεννᾶται ὁ Κύριος.

Μάγοι τῶν κηρύττουν καὶ λέγουσι Βασιλέα μέγα καὶ Κύριον. 
Τεριριριρεμ τεριριριρεμ τεμ και ανανες 
χαῖρε ἄχραντε, τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.

Νῦν Ἡρῴδης σήμερον ἤκουσεν ἀληθείας θαῦμα κι ἐθαύμασεν 
Τεριριριρεμ τεριριριρεμ τεμ και ανανες 
χαῖρε ἄχραντε, τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.

Ξένον καὶ παράδοξον ἄκουσμα, τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν 
Τεριριριρεμ τεριριριρεμ τεμ και ανανες 
χαῖρε ἄχραντε τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.

 μακροθυμήσας καὶ Κύριος, σώσαι τοὺς εἰς Σε καταφεύγοντας 
Τεριριριρεμ τεριριριρεμ τεμ και ανανες 
χαῖρε ἄχραντε τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.

Ποιμένες ἰδόντες ἐδόξαζον, δόξα ἐν ὑψίστοις ἐκραύγαζον. 

ῆμα Ἰωσὴφ νύκτα ἤκουσεν ἄγγελος Κυρίου ἐλάλησε. 
Σήμερον γεννᾶται ὁ Κύριος καὶ πᾶσα ἡ κτίσις ἀγάλλεται. 
Τρεῖς τὰς ὑποστάσεις ἐγνώκαμεν· Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον.

πὸ ἀρχαγγέλων ὑμνούμενον καὶ τῶν Σεραφεὶμ δοξαζόμενον.
Ερου ρεμ ερου ρεμ ερου ερου ρεμ 
χαῖρε ἄχραντε.

Φῶς ἐν τῷ σπηλαίῳ ἐπέφανεν καὶ τὸν κόσμον ὅλον ἐφώτισε
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Ψάλλοντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.

 παρθενομήτορ καὶ Δέσποινα· σῷζε τοὺς εἰς Σὲ καταφεύγοντας.
Ερου ρεμ ερου ρεμ ερου ερου ρεμ χαίρε άχραντε. 
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου