Δευτέρα, 3 Δεκεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
14:1 Και εγένετο εν τω ελθειν αυτον εις οικόν τινος των αρχόντων των Φαρισαίων σαββάτω φαγειν αρτον και αυτοι ησαν παρατηρούμενοι αυτόν. 2 και ιδου ανθρωπός τις ην υδρωπικος εμπροσθεν αυτου. 3 και αποκριθεις ο Ιησους ειπεν προς τους νομικους και Φαρισαίους λέγων, Εξεστιν τω σαββάτω θεραπευσαι η ου; 4 οι δε ησύχασαν. και επιλαβόμενος ιάσατο αυτον και απέλυσεν. 5 και προς αυτους ειπεν, Τίνος υμων υιος η βους εις φρέαρ πεσειται, και ουκ ευθέως ανασπάσει αυτον εν ημέρα του σαββάτου; 6 και ουκ ισχυσαν ανταποκριθηναι προς ταυτα. 7 Ελεγεν δε προς τους κεκλημένους παραβολήν, επέχων πως τας πρωτοκλισίας εξελέγοντο, λέγων προς αυτούς, 8 Οταν κληθης υπό τινος εις γάμους, μη κατακλιθης εις την πρωτοκλισίαν, μήποτε εντιμότερός σου η κεκλημένος υπ' αυτου, 9 και ελθων ο σε και αυτον καλέσας ερει σοι, Δος τούτω τόπον, και τότε αρξη μετα αισχύνης τον εσχατον τόπον κατέχειν. 10 αλλ οταν κληθης πορευθεις ανάπεσε εις τον εσχατον τόπον, ινα οταν ελθη ο κεκληκώς σε ερει σοι, Φίλε, προσανάβηθι ανώτερον. τότε εσται σοι δόξα ενώπιον πάντων των συνανακειμένων σοι. 11 οτι πας ο υψων εαυτον ταπεινωθήσεται και ο ταπεινων εαυτον υψωθήσεται. 12 Ελεγεν δε και τω κεκληκότι αυτόν, Οταν ποιης αριστον η δειπνον, μη φώνει τους φίλους σου μηδε τους αδελφούς σου μηδε τους συγγενεις σου μηδε γείτονας πλουσίους, μήποτε και αυτοι αντικαλέσωσίν σε και γένηται ανταπόδομά σοι. 13 αλλ οταν δοχην ποιης, κάλει πτωχούς, αναπείρους, χωλούς, τυφλούς. 14 και μακάριος εση, οτι ουκ εχουσιν ανταποδουναί σοι, ανταποδοθήσεται γάρ σοι εν τη αναστάσει των δικαίων. 15 Ακούσας δέ τις των συνανακειμένων ταυτα ειπεν αυτω, Μακάριος οστις φάγεται αρτον εν τη βασιλεία του θεου. 16 ο δε ειπεν αυτω, Ανθρωπός τις εποίει δειπνον μέγα, και εκάλεσεν πολλούς, 17 και απέστειλεν τον δουλον αυτου τη ωρα του δείπνου ειπειν τοις κεκλημένοις, Ερχεσθε, οτι ηδη ετοιμά εστιν. 18 και ηρξαντο απο μιας πάντες παραιτεισθαι. ο πρωτος ειπεν αυτω, Αγρον ηγόρασα και εχω ανάγκην εξελθων ιδειν αυτόν. ερωτω σε, εχε με παρητημένον. 19 και ετερος ειπεν, Ζεύγη βοων ηγόρασα πέντε και πορεύομαι δοκιμάσαι αυτά. ερωτω σε, εχε με παρητημένον. 20 και ετερος ειπεν, Γυναικα εγημα και δια τουτο ου δύναμαι ελθειν. 21 και παραγενόμενος ο δουλος απήγγειλεν τω κυρίω αυτου ταυτα. τότε οργισθεις ο οικοδεσπότης ειπεν τω δούλω αυτου, Εξελθε ταχέως εις τας πλατείας και ρύμας της πόλεως, και τους πτωχους και αναπείρους και τυφλους και χωλους εισάγαγε ωδε. 22 και ειπεν ο δουλος, Κύριε, γέγονεν ο επέταξας, και ετι τόπος εστίν. 23 και ειπεν ο κύριος προς τον δουλον, Εξελθε εις τας οδους και φραγμους και ανάγκασον εισελθειν, ινα γεμισθη μου ο οικος. 24 λέγω γαρ υμιν οτι ουδεις των ανδρων εκείνων των κεκλημένων γεύσεταί μου του δείπνου. 25 Συνεπορεύοντο δε αυτω οχλοι πολλοί, και στραφεις ειπεν προς αυτούς, 26 Ει τις ερχεται πρός με και ου μισει τον πατέρα εαυτου και την μητέρα και την γυναικα και τα τέκνα και τους αδελφους και τας αδελφάς, ετι τε και την ψυχην εαυτου, ου δύναται ειναί μου μαθητής. 27 οστις ου βαστάζει τον σταυρον εαυτου και ερχεται οπίσω μου ου δύναται ειναί μου μαθητής. 28 τίς γαρ εξ υμων θέλων πύργον οικοδομησαι ουχι πρωτον καθίσας ψηφίζει την δαπάνην, ει εχει εις απαρτισμόν; 29 ινα μήποτε θέντος αυτου θεμέλιον και μη ισχύοντος εκτελέσαι πάντες οι θεωρουντες αρξωνται αυτω εμπαίζειν 30 λέγοντες οτι Ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελέσαι. 31 η τίς βασιλευς πορευόμενος ετέρω βασιλει συμβαλειν εις πόλεμον ουχι καθίσας πρωτον βουλεύσεται ει δυνατός εστιν εν δέκα χιλιάσιν υπαντησαι τω μετα εικοσι χιλιάδων ερχομένω επ' αυτόν; 32 ει δε μή γε, ετι αυτου πόρρω οντος πρεσβείαν αποστείλας ερωτα τα προς ειρήνην. 33 ουτως ουν πας εξ υμων ος ουκ αποτάσσεται πασιν τοις εαυτου υπάρχουσιν ου δύναται ειναί μου μαθητής. 34 Καλον ουν το αλας. εαν δε και το αλας μωρανθη, εν τίνι αρτυθήσεται; 35 ουτε εις γην ουτε εις κοπρίαν ευθετόν εστιν. εξω βάλλουσιν αυτό. ο εχων ωτα ακούειν ακουέτω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου