Τετάρτη, 27 Μαρτίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ




             Αρχαίο Κείμενο 
 6:1 Μετα ταυτα απηλθεν ο Ιησους πέραν της θαλάσσης της Γαλιλαίας της Τιβεριάδος. 2 ηκολούθει δε αυτω οχλος πολύς, οτι εθεώρουν τα σημεια α εποίει επι των ασθενούντων. 3 ανηλθεν δε εις το ορος Ιησους, και εκει εκάθητο μετα των μαθητων αυτου. 4 ην δε εγγυς το πάσχα, η εορτη των Ιουδαίων. 5 επάρας ουν τους οφθαλμους ο Ιησους και θεασάμενος οτι πολυς οχλος ερχεται προς αυτον λέγει προς Φίλιππον, Πόθεν αγοράσωμεν αρτους ινα φάγωσιν ουτοι; 6 τουτο δε ελεγεν πειράζων αυτόν, αυτος γαρ ηδει τί εμελλεν ποιειν. 7 απεκρίθη αυτω ο Φίλιππος, Διακοσίων δηναρίων αρτοι ουκ αρκουσιν αυτοις ινα εκαστος βραχύ τι λάβη. 8 λέγει αυτω εις εκ των μαθητων αυτου, Ανδρέας ο αδελφος Σίμωνος Πέτρου, 9 Εστιν παιδάριον ωδε ος εχει πέντε αρτους κριθίνους και δύο οψάρια. αλλα ταυτα τί εστιν εις τοσούτους; 10 ειπεν ο Ιησους, Ποιήσατε τους ανθρώπους αναπεσειν. ην δε χόρτος πολυς εν τω τόπω. ανέπεσαν ουν οι ανδρες τον αριθμον ως πεντακισχίλιοι. 11 ελαβεν ουν τους αρτους ο Ιησους και ευχαριστήσας διέδωκεν τοις ανακειμένοις, ομοίως και εκ των οψαρίων οσον ηθελον. 12 ως δε ενεπλήσθησαν λέγει τοις μαθηταις αυτου, Συναγάγετε τα περισσεύσαντα κλάσματα, ινα μή τι απόληται. 13 συνήγαγον ουν, και εγέμισαν δώδεκα κοφίνους κλασμάτων εκ των πέντε αρτων των κριθίνων α επερίσσευσαν τοις βεβρωκόσιν. 14 Οι ουν ανθρωποι ιδόντες ο εποίησεν σημειον ελεγον οτι Ουτός εστιν αληθως ο προφήτης ο ερχόμενος εις τον κόσμον. 15 Ιησους ουν γνους οτι μέλλουσιν ερχεσθαι και αρπάζειν αυτον ινα ποιήσωσιν βασιλέα ανεχώρησεν πάλιν εις το ορος αυτος μόνος. 16 Ως δε οψία εγένετο κατέβησαν οι μαθηται αυτου επι την θάλασσαν, 17 και εμβάντες εις πλοιον ηρχοντο πέραν της θαλάσσης εις Καφαρναούμ. και σκοτία ηδη εγεγόνει και ουπω εληλύθει προς αυτους ο Ιησους, 18 η τε θάλασσα ανέμου μεγάλου πνέοντος διεγείρετο. 19 εληλακότες ουν ως σταδίους εικοσι πέντε η τριάκοντα θεωρουσιν τον Ιησουν περιπατουντα επι της θαλάσσης και εγγυς του πλοίου γινόμενον, και εφοβήθησαν. 20 ο δε λέγει αυτοις, Εγώ ειμι, μη φοβεισθε. 21 ηθελον ουν λαβειν αυτον εις το πλοιον, και ευθέως εγένετο το πλοιον επι της γης εις ην υπηγον. 22 Τη επαύριον ο οχλος ο εστηκως πέραν της θαλάσσης ειδον οτι πλοιάριον αλλο ουκ ην εκει ει μη εν, και οτι ου συνεισηλθεν τοις μαθηταις αυτου ο Ιησους εις το πλοιον αλλα μόνοι οι μαθηται αυτου απηλθον. 23 αλλα ηλθεν πλοι'άρια εκ Τιβεριάδος εγγυς του τόπου οπου εφαγον τον αρτον ευχαριστήσαντος του κυρίου. 24 οτε ουν ειδεν ο οχλος οτι Ιησους ουκ εστιν εκει ουδε οι μαθηται αυτου, ενέβησαν αυτοι εις τα πλοιάρια και ηλθον εις Καφαρναουμ ζητουντες τον Ιησουν. 25 και ευρόντες αυτον πέραν της θαλάσσης ειπον αυτω, Ραββί, πότε ωδε γέγονας; 26 απεκρίθη αυτοις ο Ιησους και ειπεν, Αμην αμην λέγω υμιν, ζητειτέ με ουχ οτι ειδετε σημεια αλλ οτι εφάγετε εκ των αρτων και εχορτάσθητε. 27 εργάζεσθε μη την βρωσιν την απολλυμένην αλλα την βρωσιν την μένουσαν εις ζωην αιώνιον, ην ο υιος του ανθρώπου υμιν δώσει. τουτον γαρ ο πατηρ εσφράγισεν ο θεός. 28 ειπον ουν προς αυτόν, Τί ποιωμεν ινα εργαζώμεθα τα εργα του θεου; 29 απεκρίθη ο Ιησους και ειπεν αυτοις, Τουτό εστιν το εργον του θεου, ινα πιστεύητε εις ον απέστειλεν εκεινος. 30 ειπον ουν αυτω, Τί ουν ποιεις συ σημειον, ινα ιδωμεν και πιστεύσωμέν σοι; τί εργάζη; 31 οι πατέρες ημων το μάννα εφαγον εν τη ερήμω, καθώς εστιν γεγραμμένον, Αρτον εκ του ουρανου εδωκεν αυτοις φαγειν. 32 ειπεν ουν αυτοις ο Ιησους, Αμην αμην λέγω υμιν, ου Μωϋσης δέδωκεν υμιν τον αρτον εκ του ουρανου, αλλ' ο πατήρ μου δίδωσιν υμιν τον αρτον εκ του ουρανου τον αληθινόν. 33 ο γαρ αρτος του θεου εστιν ο καταβαίνων εκ του ουρανου και ζωην διδους τω κόσμω. 34 Ειπον ουν προς αυτόν, Κύριε, πάντοτε δος ημιν τον αρτον τουτον. 35 ειπεν αυτοις ο Ιησους, Εγώ ειμι ο αρτος της ζωης. ο ερχόμενος πρός εμε ου μη πεινάση, και ο πιστεύων εις εμε ου μη διψήσει πώποτε. 36 αλλ ειπον υμιν οτι και εωράκατέ με και ου πιστεύετε. 37 Παν ο δίδωσίν μοι ο πατηρ προς εμε ηξει, και τον ερχόμενον προς εμε ου μη εκβάλω εξω, 38 οτι καταβέβηκα απο του ουρανου ουχ ινα ποιω το θέλημα το εμον αλλα το θέλημα του πέμψαντός με. 39 τουτο δέ εστιν το θέλημα του πέμψαντός με, ινα παν ο δέδωκέν μοι μη απολέσω εξ αυτου αλλα αναστήσω αυτο εν τη εσχάτη ημέρα. 40 τουτο γάρ εστιν το θέλημα του πατρός μου, ινα πας ο θεωρων τον υιον και πιστεύων εις αυτον εχη ζωην αιώνιον, και αναστήσω αυτον εγω εν τη εσχάτη ημέρα. 41 Εγόγγυζον ουν οι Ιουδαιοι περι αυτου οτι ειπεν, Εγώ ειμι ο αρτος ο καταβας εκ του ουρανου, 42 και ελεγον, Ουχ ουτός εστιν Ιησους ο υιος Ιωσήφ, ου ημεις οιδαμεν τον πατέρα και την μητέρα; πως νυν λέγει οτι Εκ του ουρανου καταβέβηκα; 43 απεκρίθη Ιησους και ειπεν αυτοις, Μη γογγύζετε μετ' αλλήλων. 44 ουδεις δύναται ελθειν πρός με εαν μη ο πατηρ ο πέμψας με ελκύση αυτόν, καγω αναστήσω αυτον εν τη εσχάτη ημέρα. 45 εστιν γεγραμμένον εν τοις προφήταις, Και εσονται πάντες διδακτοι θεου. πας ο ακούσας παρα του πατρος και μαθων ερχεται προς εμέ. 46 ουχ οτι τον πατέρα εώρακέν τις ει μη ο ων παρα του θεου, ουτος εώρακεν τον πατέρα. 47 αμην αμην λέγω υμιν, ο πιστεύων εχει ζωην αιώνιον. 48 εγώ ειμι ο αρτος της ζωης. 49 οι πατέρες υμων εφαγον εν τη ερήμω το μάννα και απέθανον. 50 ουτός εστιν ο αρτος ο εκ του ουρανου καταβαίνων ινα τις εξ αυτου φάγη και μη αποθάνη. 51 εγώ ειμι ο αρτος ο ζων ο εκ του ουρανου καταβάς. εάν τις φάγη εκ τούτου του αρτου ζήσει εις τον αιωνα. και ο αρτος δε ον εγω δώσω η σάρξ μού εστιν υπερ της του κόσμου ζωης. 52 Εμάχοντο ουν προς αλλήλους οι Ιουδαιοι λέγοντες, Πως δύναται ουτος ημιν δουναι την σάρκα αυτου φαγειν; 53 ειπεν ουν αυτοις ο Ιησους, Αμην αμην λέγω υμιν, εαν μη φάγητε την σάρκα του υιου του ανθρώπου και πίητε αυτου το αιμα, ουκ εχετε ζωην εν εαυτοις. 54 ο τρώγων μου την σάρκα και πίνων μου το αιμα εχει ζωην αιώνιον, καγω αναστήσω αυτον τη εσχάτη ημέρα. 55 η γαρ σάρξ μου αληθής εστιν βρωσις, και το αιμά μου αληθής εστιν πόσις. 56 ο τρώγων μου την σάρκα και πίνων μου το αιμα εν εμοι μένει καγω εν αυτω. 57 καθως απέστειλέν με ο ζων πατηρ καγω ζω δια τον πατέρα, και ο τρώγων με κακεινος ζήσει δι' εμέ. 58 ουτός εστιν ο αρτος ο εξ ουρανου καταβάς, ου καθως εφαγον οι πατέρες και απέθανον. ο τρώγων τουτον τον αρτον ζήσει εις τον αιωνα. 59 Ταυτα ειπεν εν συναγωγη διδάσκων εν Καφαρναούμ. 60 Πολλοι ουν ακούσαντες εκ των μαθητων αυτου ειπαν, Σκληρός εστιν ο λόγος ουτος. τίς δύναται αυτου ακούειν; 61 ειδως δε ο Ιησους εν εαυτω οτι γογγύζουσιν περι τούτου οι μαθηται αυτου ειπεν αυτοις, Τουτο υμας σκανδαλίζει; 62 εαν ουν θεωρητε τον υιον του ανθρώπου αναβαίνοντα οπου ην το πρότερον; 63 το πνευμά εστιν το ζωοποιουν, η σαρξ ουκ ωφελει ουδέν. τα ρήματα α εγω λελάληκα υμιν πνευμά εστιν και ζωή εστιν. 64 αλλ εισιν εξ υμων τινες οι ου πιστεύουσιν. ηδει γαρ εξ αρχης ο Ιησους τίνες εισιν οι μη πιστεύοντες και τίς εστιν ο παραδώσων αυτόν. 65 και ελεγεν, Δια τουτο ειρηκα υμιν οτι ουδεις δύναται ελθειν πρός με εαν μη η δεδομένον αυτω εκ του πατρός. 66 Εκ τούτου πολλοι εκ των μαθητων αυτου απηλθον εις τα οπίσω και ουκέτι μετ' αυτου περιεπάτουν. 67 ειπεν ουν ο Ιησους τοις δώδεκα, Μη και υμεις θέλετε υπάγειν; 68 απεκρίθη αυτω Σίμων Πέτρος, Κύριε, προς τίνα απελευσόμεθα; ρήματα ζωης αιωνίου εχεις, 69 και ημεις πεπιστεύκαμεν και εγνώκαμεν οτι συ ει ο αγιος του θεου. 70 απεκρίθη αυτοις ο Ιησους, Ουκ εγω υμας τους δώδεκα εξελεξάμην, και εξ υμων εις διάβολός εστιν; 71 ελεγεν δε τον Ιούδαν Σίμωνος Ισκαριώτου. ουτος γαρ εμελλεν παραδιδόναι αυτόν, εις εκ των δώδεκα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου