Τετάρτη, 10 Απριλίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ



             Αρχαίο Κείμενο 
9:1 Και παράγων ειδεν ανθρωπον τυφλον εκ γενετης. 2 και ηρώτησαν αυτον οι μαθηται αυτου λέγοντες, Ραββί, τίς ημαρτεν, ουτος η οι γονεις αυτου, ινα τυφλος γεννηθη; 3 απεκρίθη Ιησους, Ουτε ουτος ημαρτεν ουτε οι γονεις αυτου, αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω. 4 ημας δει εργάζεσθαι τα εργα του πέμψαντός με εως ημέρα εστίν. ερχεται νυξ οτε ουδεις δύναται εργάζεσθαι. 5 οταν εν τω κόσμω ω, φως ειμι του κόσμου. 6 ταυτα ειπων επτυσεν χαμαι και εποίησεν πηλον εκ του πτύσματος, και επέχρισεν αυτου τον πηλον επι τους οφθαλμους 7 και ειπεν αυτω, Υπαγε νίψαι εις την κολυμβήθραν του Σιλωάμ (ο ερμηνεύεται Απεσταλμένος). απηλθεν ουν και ενίψατο, και ηλθεν βλέπων. 8 Οι ουν γείτονες και οι θεωρουντες αυτον το πρότερον οτι προσαίτης ην ελεγον, Ουχ ουτός εστιν ο καθήμενος και προσαιτων; 9 αλλοι ελεγον οτι Ουτός εστιν. αλλοι ελεγον, Ουχί, αλλα ομοιος αυτω εστιν. εκεινος ελεγεν οτι Εγώ ειμι. 10 ελεγον ουν αυτω, Πως ουν ηνεώχθησάν σου οι οφθαλμοί; 11 απεκρίθη εκεινος, Ο ανθρωπος ο λεγόμενος Ιησους πηλον εποίησεν και επέχρισέν μου τους οφθαλμους και ειπέν μοι οτι Υπαγε εις τον Σιλωαμ και νίψαι. απελθων ουν και νιψάμενος ανέβλεψα. 12 και ειπαν αυτω, Που εστιν εκεινος; λέγει, Ουκ οιδα. 13 Αγουσιν αυτον προς τους Φαρισαίους τόν ποτε τυφλόν. 14 ην δε σάββατον εν η ημέρα τον πηλον εποίησεν ο Ιησους και ανέωξεν αυτου τους οφθαλμούς. 15 πάλιν ουν ηρώτων αυτον και οι Φαρισαιοι πως ανέβλεψεν. ο δε ειπεν αυτοις, Πηλον επέθηκέν μου επι τους οφθαλμούς, και ενιψάμην, και βλέπω. 16 ελεγον ουν εκ των Φαρισαίων τινές, Ουκ εστιν ουτος παρα θεου ο ανθρωπος, οτι το σάββατον ου τηρει. αλλοι δε ελεγον, Πως δύναται ανθρωπος αμαρτωλος τοιαυτα σημεια ποιειν; και σχίσμα ην εν αυτοις. 17 λέγουσιν ουν τω τυφλω πάλιν, Τί συ λέγεις περι αυτου, οτι ηνέωξέν σου τους οφθαλμούς; ο δε ειπεν οτι Προφήτης εστίν. 18 Ουκ επίστευσαν ουν οι Ιουδαιοι περι αυτου οτι ην τυφλος και ανέβλεψεν, εως οτου εφώνησαν τους γονεις αυτου του αναβλέψαντος 19 και ηρώτησαν αυτους λέγοντες, Ουτός εστιν ο υιος υμων, ον υμεις λέγετε οτι τυφλος εγεννήθη; πως ουν βλέπει αρτι; 20 απεκρίθησαν ουν οι γονεις αυτου και ειπαν, Οιδαμεν οτι ουτός εστιν ο υιος ημων και οτι τυφλος εγεννήθη. 21 πως δε νυν βλέπει ουκ οιδαμεν, η τίς ηνοιξεν αυτου τους οφθαλμους ημεις ουκ οιδαμεν. αυτον ερωτήσατε, ηλικίαν εχει, αυτος περι εαυτου λαλήσει. 22 ταυτα ειπαν οι γονεις αυτου οτι εφοβουντο τους Ιουδαίους, ηδη γαρ συνετέθειντο οι Ιουδαιοι ινα εάν τις αυτον ομολογήση Χριστόν, αποσυνάγωγος γένηται. 23 δια τουτο οι γονεις αυτου ειπαν οτι Ηλικίαν εχει, αυτον επερωτήσατε. 24 Εφώνησαν ουν τον ανθρωπον εκ δευτέρου ος ην τυφλος και ειπαν αυτω, Δος δόξαν τω θεω. ημεις οιδαμεν οτι ουτος ο ανθρωπος αμαρτωλός εστιν. 25 απεκρίθη ουν εκεινος, Ει αμαρτωλός εστιν ουκ οιδα. εν οιδα, οτι τυφλος ων αρτι βλέπω. 26 ειπον ουν αυτω, Τί εποίησέν σοι; πως ηνοιξέν σου τους οφθαλμούς; 27 απεκρίθη αυτοις, Ειπον υμιν ηδη και ουκ ηκούσατε. τί πάλιν θέλετε ακούειν; μη και υμεις θέλετε αυτου μαθηται γενέσθαι; 28 και ελοιδόρησαν αυτον και ειπον, Συ μαθητης ει εκείνου, ημεις δε του Μωϋσέως εσμεν μαθηταί. 29 ημεις οιδαμεν οτι Μωϋσει λελάληκεν ο θεός, τουτον δε ουκ οιδαμεν πόθεν εστίν. 30 απεκρίθη ο ανθρωπος και ειπεν αυτοις, Εν τούτω γαρ το θαυμαστόν εστιν οτι υμεις ουκ οιδατε πόθεν εστίν, και ηνοιξέν μου τους οφθαλμούς. 31 οιδαμεν οτι αμαρτωλων ο θεος ουκ ακούει, αλλ' εάν τις θεοσεβης η και το θέλημα αυτου ποιη τούτου ακούει. 32 εκ του αιωνος ουκ ηκούσθη οτι ηνέωξέν τις οφθαλμους τυφλου γεγεννημένου. 33 ει μη ην ουτος παρα θεου, ουκ ηδύνατο ποιειν ουδέν. 34 απεκρίθησαν και ειπαν αυτω, Εν αμαρτίαις συ εγεννήθης ολος, και συ διδάσκεις ημας; και εξέβαλον αυτον εξω. 35 Ηκουσεν Ιησους οτι εξέβαλον αυτον εξω, και ευρων αυτον ειπεν, Συ πιστεύεις εις τον υιον του ανθρώπου; 36 απεκρίθη εκεινος και ειπεν, Και τίς εστιν, κύριε, ινα πιστεύσω εις αυτόν; 37 ειπεν αυτω ο Ιησους, Και εώρακας αυτον και ο λαλων μετα σου εκεινός εστιν. 38 ο δε εφη, Πιστεύω, κύριε. και προσεκύνησεν αυτω. 39 και ειπεν ο Ιησους, Εις κρίμα εγω εις τον κόσμον τουτον ηλθον, ινα οι μη βλέποντες βλέπωσιν και οι βλέποντες τυφλοι γένωνται. 40 Ηκουσαν εκ των Φαρισαίων ταυτα οι μετ' αυτου οντες, και ειπον αυτω, Μη και ημεις τυφλοί εσμεν; 41 ειπεν αυτοις ο Ιησους, Ει τυφλοι ητε, ουκ αν ειχετε αμαρτίαν. νυν δε λέγετε οτι Βλέπομεν. η αμαρτία υμων μένει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου