Τετάρτη, 17 Απριλίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ


  Αρχαίο Κείμενο 
  11:1 Ην δέ τις ασθενων, Λάζαρος απο Βηθανίας, εκ της κώμης Μαρίας και Μάρθας της αδελφης αυτης. 2 ην δε Μαριαμ η αλείψασα τον κύριον μύρω και εκμάξασα τους πόδας αυτου ταις θριξιν αυτης, ης ο αδελφος Λάζαρος ησθένει. 3 απέστειλαν ουν αι αδελφαι προς αυτον λέγουσαι, Κύριε, ιδε ον φιλεις ασθενει. 4 ακούσας δε ο Ιησους ειπεν, Αυτη η ασθένεια ουκ εστιν προς θάνατον αλλ' υπερ της δόξης του θεου, ινα δοξασθη ο υιος του θεου δι' αυτης. 5 ηγάπα δε ο Ιησους την Μάρθαν και την αδελφην αυτης και τον Λάζαρον. 6 ως ουν ηκουσεν οτι ασθενει, τότε μεν εμεινεν εν ω ην τόπω δύο ημέρας. 7 επειτα μετα τουτο λέγει τοις μαθηταις, Αγωμεν εις την Ιουδαίαν πάλιν. 8 λέγουσιν αυτω οι μαθηταί, Ραββί, νυν εζήτουν σε λιθάσαι οι Ιουδαιοι, και πάλιν υπάγεις εκει; 9 απεκρίθη Ιησους, Ουχι δώδεκα ωραί εισιν της ημέρας; εάν τις περιπατη εν τη ημέρα, ου προσκόπτει, οτι το φως του κόσμου τούτου βλέπει. 10 εαν δέ τις περιπατη εν τη νυκτί, προσκόπτει, οτι το φως ουκ εστιν εν αυτω. 11 ταυτα ειπεν, και μετα τουτο λέγει αυτοις, Λάζαρος ο φίλος ημων κεκοίμηται, αλλα πορεύομαι ινα εξυπνίσω αυτόν. 12 ειπαν ουν οι μαθηται αυτω, Κύριε, ει κεκοίμηται σωθήσεται. 13 ειρήκει δε ο Ιησους περι του θανάτου αυτου. εκεινοι δε εδοξαν οτι περι της κοιμήσεως του υπνου λέγει. 14 τότε ουν ειπεν αυτοις ο Ιησους παρρησία, Λάζαρος απέθανεν, 15 και χαίρω δι' υμας, ινα πιστεύσητε, οτι ουκ ημην εκει. αλλα αγωμεν προς αυτόν. 16 ειπεν ουν Θωμας ο λεγόμενος Δίδυμος τοις συμμαθηταις, Αγωμεν και ημεις ινα αποθάνωμεν μετ' αυτου. 17 Ελθων ουν ο Ιησους ευρεν αυτον τέσσαρας ηδη ημέρας εχοντα εν τω μνημείω. 18 ην δε η Βηθανία εγγυς των Ιεροσολύμων ως απο σταδίων δεκαπέντε. 19 πολλοι δε εκ των Ιουδαίων εληλύθεισαν προς την Μάρθαν και Μαριαμ ινα παραμυθήσωνται αυτας περι του αδελφου. 20 η ουν Μάρθα ως ηκουσεν οτι Ιησους ερχεται υπήντησεν αυτω. Μαριαμ δε εν τω οικω εκαθέζετο. 21 ειπεν ουν η Μάρθα προς τον Ιησουν, Κύριε, ει ης ωδε ουκ αν απέθανεν ο αδελφός μου. 22 αλλα και νυν οιδα οτι οσα αν αιτήση τον θεον δώσει σοι ο θεός. 23 λέγει αυτη ο Ιησους, Αναστήσεται ο αδελφός σου. 24 λέγει αυτω η Μάρθα, Οιδα οτι αναστήσεται εν τη αναστάσει εν τη εσχάτη ημέρα. 25 ειπεν αυτη ο Ιησους, Εγώ ειμι η ανάστασις και η ζωή. ο πιστεύων εις εμε καν αποθάνη ζήσεται, 26 και πας ο ζων και πιστεύων εις εμε ου μη αποθάνη εις τον αιωνα. πιστεύεις τουτο; 27 λέγει αυτω, Ναί, κύριε. εγω πεπίστευκα οτι συ ει ο Χριστος ο υιος του θεου ο εις τον κόσμον ερχόμενος. 28 Και τουτο ειπουσα απηλθεν και εφώνησεν Μαριαμ την αδελφην αυτης λάθρα ειπουσα, Ο διδάσκαλος πάρεστιν και φωνει σε. 29 εκείνη δε ως ηκουσεν ηγέρθη ταχυ και ηρχετο προς αυτόν. 30 ουπω δε εληλύθει ο Ιησους εις την κώμην, αλλ ην ετι εν τω τόπω οπου υπήντησεν αυτω η Μάρθα. 31 οι ουν Ιουδαιοι οι οντες μετ' αυτης εν τη οικία και παραμυθούμενοι αυτήν, ιδόντες την Μαριαμ οτι ταχέως ανέστη και εξηλθεν, ηκολούθησαν αυτη, δόξαντες οτι υπάγει εις το μνημειον ινα κλαύση εκει. 32 η ουν Μαριαμ ως ηλθεν οπου ην Ιησους ιδουσα αυτον επεσεν αυτου προς τους πόδας, λέγουσα αυτω, Κύριε, ει ης ωδε ουκ αν μου απέθανεν ο αδελφός. 33 Ιησους ουν ως ειδεν αυτην κλαίουσαν και τους συνελθόντας αυτη Ιουδαίους κλαίοντας, ενεβριμήσατο τω πνεύματι και ετάραξεν εαυτόν, 34 και ειπεν, Που τεθείκατε αυτόν; λέγουσιν αυτω, Κύριε, ερχου και ιδε. 35 εδάκρυσεν ο Ιησους. 36 ελεγον ουν οι Ιουδαιοι, Ιδε πως εφίλει αυτόν. 37 τινες δε εξ αυτων ειπαν, Ουκ εδύνατο ουτος ο ανοίξας τους οφθαλμους του τυφλου ποιησαι ινα και ουτος μη αποθάνη; 38 Ιησους ουν πάλιν εμβριμώμενος εν εαυτω ερχεται εις το μνημειον. ην δε σπήλαιον, και λίθος επέκειτο επ' αυτω. 39 λέγει ο Ιησους, Αρατε τον λίθον. λέγει αυτω η αδελφη του τετελευτηκότος Μάρθα, Κύριε, ηδη οζει, τεταρταιος γάρ εστιν. 40 λέγει αυτη ο Ιησους, Ουκ ειπόν σοι οτι εαν πιστεύσης οψη την δόξαν του θεου; 41 ηραν ουν τον λίθον. ο δε Ιησους ηρεν τους οφθαλμους ανω και ειπεν, Πάτερ, ευχαριστω σοι οτι ηκουσάς μου. 42 εγω δε ηδειν οτι πάντοτέ μου ακούεις. αλλα δια τον οχλον τον περιεστωτα ειπον, ινα πιστεύσωσιν οτι σύ με απέστειλας. 43 και ταυτα ειπων φωνη μεγάλη εκραύγασεν, Λάζαρε, δευρο εξω. 44 εξηλθεν ο τεθνηκως δεδεμένος τους πόδας και τας χειρας κειρίαις, και η οψις αυτου σουδαρίω περιεδέδετο. λέγει αυτοις ο Ιησους, Λύσατε αυτον και αφετε αυτον υπάγειν. 45 Πολλοι ουν εκ των Ιουδαίων, οι ελθόντες προς την Μαριαμ και θεασάμενοι α εποίησεν, επίστευσαν εις αυτόν. 46 τινες δε εξ αυτων απηλθον προς τους Φαρισαίους και ειπαν αυτοις α εποίησεν Ιησους. 47 συνήγαγον ουν οι αρχιερεις και οι Φαρισαιοι συνέδριον, και ελεγον, Τί ποιουμεν, οτι ουτος ο ανθρωπος πολλα ποιει σημεια; 48 εαν αφωμεν αυτον ουτως, πάντες πιστεύσουσιν εις αυτόν, και ελεύσονται οι Ρωμαιοι και αρουσιν ημων και τον τόπον και το εθνος. 49 εις δέ τις εξ αυτων Καϊάφας, αρχιερευς ων του ενιαυτου εκείνου, ειπεν αυτοις, Υμεις ουκ οιδατε ουδέν, 50 ουδε λογίζεσθε οτι συμφέρει υμιν ινα εις ανθρωπος αποθάνη υπερ του λαου και μη ολον το εθνος απόληται. 51 τουτο δε αφ' εαυτου ουκ ειπεν, αλλα αρχιερευς ων του ενιαυτου εκείνου επροφήτευσεν οτι εμελλεν Ιησους αποθνήσκειν υπερ του εθνους, 52 και ουχ υπερ του εθνους μόνον αλλ ινα και τα τέκνα του θεου τα διεσκορπισμένα συναγάγη εις εν. 53 απ' εκείνης ουν της ημέρας εβουλεύσαντο ινα αποκτείνωσιν αυτόν. 54 Ο ουν Ιησους ουκέτι παρρησία περιεπάτει εν τοις Ιουδαίοις, αλλα απηλθεν εκειθεν εις την χώραν εγγυς της ερήμου, εις Εφραιμ λεγομένην πόλιν, κακει εμεινεν μετα των μαθητων. 55 Ην δε εγγυς το πάσχα των Ιουδαίων, και ανέβησαν πολλοι εις Ιεροσόλυμα εκ της χώρας προ του πάσχα ινα αγνίσωσιν εαυτούς. 56 εζήτουν ουν τον Ιησουν και ελεγον μετ' αλλήλων εν τω ιερω εστηκότες, Τί δοκει υμιν; οτι ου μη ελθη εις την εορτήν; 57 δεδώκεισαν δε οι αρχιερεις και οι Φαρισαιοι εντολας ινα εάν τις γνω που εστιν μηνύση, οπως πιάσωσιν αυτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου