Παρασκευή, 5 Απριλίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ




             Αρχαίο Κείμενο 
 8:1 Ιησους δε επορεύθη εις το Ορος των Ελαιων. 2 Ορθρου δε πάλιν παρεγένετο εις το ιερόν, και πας ο λαος ηρχετο προς αυτόν, και καθίσας εδίδασκεν αυτούς. 3 αγουσιν δε οι γραμματεις και οι Φαρισαιοι γυναικα επι μοιχεία κατειλημμένην, και στήσαντες αυτην εν μέσω4 λέγουσιν αυτω, Διδάσκαλε, αυτη η γυνη κατείληπται επ' αυτοφώρω μοιχευομένη. 5 εν δε τω νόμω ημιν Μωϋσης ενετείλατο τας τοιαύτας λιθάζειν. συ ουν τί λέγεις; 6 τουτο δε ελεγον πειράζοντες αυτόν, ινα εχωσιν κατηγορειν αυτου. ο δε Ιησους κάτω κύψας τω δακτύλω κατέγραφεν εις την γην. 7 ως δε επέμενον ερωτωντες αυτόν, ανέκυψεν και ειπεν αυτοις, Ο αναμάρτητος υμων πρωτος επ' αυτην βαλέτω λίθον. 8 και πάλιν κατακύψας εγραφεν εις την γην. 9 οι δε ακούσαντες εξήρχοντο εις καθ' εις αρξάμενοι απο των πρεσβυτέρων, και κατελείφθη μόνος, και η γυνη εν μέσω ουσα. 10 ανακύψας δε ο Ιησους ειπεν αυτη, Γύναι, που εισιν; ουδείς σε κατέκρινεν; 11 η δε ειπεν, Ουδείς, κύριε. ειπεν δε ο Ιησους, Ουδε εγώ σε κατακρίνω. πορεύου, και απο του νυν μηκέτι αμάρτανε.έ 12 Πάλιν ουν αυτοις ελάλησεν ο Ιησους λέγων, Εγώ ειμι το φως του κόσμου. ο ακολουθων εμοι ου μη περιπατήση εν τη σκοτία, αλλ εξει το φως της ζωης. 13 ειπον ουν αυτω οι Φαρισαιοι, Συ περι σεαυτου μαρτυρεις. η μαρτυρία σου ουκ εστιν αληθής. 14 απεκρίθη Ιησους και ειπεν αυτοις, Καν εγω μαρτυρω περι εμαυτου, αληθής εστιν η μαρτυρία μου, οτι οιδα πόθεν ηλθον και που υπάγω. υμεις δε ουκ οιδατε πόθεν ερχομαι η που υπάγω. 15 υμεις κατα την σάρκα κρίνετε, εγω ου κρίνω ουδένα. 16 και εαν κρίνω δε εγώ, η κρίσις η εμη αληθινή εστιν, οτι μόνος ουκ ειμί, αλλ' εγω και ο πέμψας με πατήρ. 17 και εν τω νόμω δε τω υμετέρω γέγραπται οτι δύο ανθρώπων η μαρτυρία αληθής εστιν. 18 εγώ ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πέμψας με πατήρ. 19 ελεγον ουν αυτω, Που εστιν ο πατήρ σου; απεκρίθη Ιησους, Ουτε εμε οιδατε ουτε τον πατέρα μου. ει εμε ηδειτε, και τον πατέρα μου αν ηδειτε. 20 Ταυτα τα ρήματα ελάλησεν εν τω γαζοφυλακίω διδάσκων εν τω ιερω. και ουδεις επίασεν αυτόν, οτι ουπω εληλύθει η ωρα αυτου. 21 Ειπεν ουν πάλιν αυτοις, Εγω υπάγω και ζητήσετέ με, και εν τη αμαρτία υμων αποθανεισθε. οπου εγω υπάγω υμεις ου δύνασθε ελθειν. 22 ελεγον ουν οι Ιουδαιοι, Μήτι αποκτενει εαυτόν, οτι λέγει, Οπου εγω υπάγω υμεις ου δύνασθε ελθειν; 23 και ελεγεν αυτοις, Υμεις εκ των κάτω εστέ, εγω εκ των ανω ειμί. υμεις εκ τούτου του κόσμου εστέ, εγω ουκ ειμι εκ του κόσμου τούτου. 24 ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτίαις υμων. εαν γαρ μη πιστεύσητε οτι εγώ ειμι, αποθανεισθε εν ταις αμαρτίαις υμων. 25 ελεγον ουν αυτω, Συ τίς ει; ειπεν αυτοις ο Ιησους, Την αρχην ο τι και λαλω υμιν; 26 πολλα εχω περι υμων λαλειν και κρίνειν. αλλ' ο πέμψας με αληθής εστιν, καγω α ηκουσα παρ' αυτου ταυτα λαλω εις τον κόσμον. 27 ουκ εγνωσαν οτι τον πατέρα αυτοις ελεγεν. 28 ειπεν ουν αυτοις ο Ιησους, Οταν υψώσητε τον υιον του ανθρώπου, τότε γνώσεσθε οτι εγώ ειμι, και απ' εμαυτου ποιω ουδέν, αλλα καθως εδίδαξέν με ο πατηρ ταυτα λαλω. 29 και ο πέμψας με μετ' εμου εστιν. ουκ αφηκέν με μόνον, οτι εγω τα αρεστα αυτω ποιω πάντοτε. 30 Ταυτα αυτου λαλουντος πολλοι επίστευσαν εις αυτόν. 31 Ελεγεν ουν ο Ιησους προς τους πεπιστευκότας αυτω Ιουδαίους, Εαν υμεις μείνητε εν τω λόγω τω εμω, αληθως μαθηταί μού εστε, 32 και γνώσεσθε την αλήθειαν, και η αλήθεια ελευθερώσει υμας. 33 απεκρίθησαν προς αυτόν, Σπέρμα Αβραάμ εσμεν και ουδενι δεδουλεύκαμεν πώποτε. πως συ λέγεις οτι Ελεύθεροι γενήσεσθε; 34 απεκρίθη αυτοις ο Ιησους, Αμην αμην λέγω υμιν οτι πας ο ποιων την αμαρτίαν δουλός εστιν της αμαρτίας. 35 ο δε δουλος ου μένει εν τη οικία εις τον αιωνα. ο υιος μένει εις τον αιωνα. 36 εαν ουν ο υιος υμας ελευθερώση, οντως ελεύθεροι εσεσθε. 37 οιδα οτι σπέρμα Αβραάμ εστε. αλλα ζητειτέ με αποκτειναι, οτι ο λόγος ο εμος ου χωρει εν υμιν. 38 α εγω εώρακα παρα τω πατρι λαλω. και υμεις ουν α ηκούσατε παρα του πατρος ποιειτε. 39 Απεκρίθησαν και ειπαν αυτω, Ο πατηρ ημων Αβραάμ εστιν. λέγει αυτοις ο Ιησους, Ει τέκνα του Αβραάμ εστε, τα εργα του Αβρααμ εποιειτε. 40 νυν δε ζητειτέ με αποκτειναι, ανθρωπον ος την αλήθειαν υμιν λελάληκα ην ηκουσα παρα του θεου. τουτο Αβρααμ ουκ εποίησεν. 41 υμεις ποιειτε τα εργα του πατρος υμων. ειπαν ουν αυτω, Ημεις εκ πορνείας ου γεγεννήμεθα. ενα πατέρα εχομεν τον θεόν. 42 ειπεν αυτοις ο Ιησους, Ει ο θεος πατηρ υμων ην, ηγαπατε αν εμέ, εγω γαρ εκ του θεου εξηλθον και ηκω. ουδε γαρ απ' εμαυτου ελήλυθα, αλλ' εκεινός με απέστειλεν. 43 δια τί την λαλιαν την εμην ου γινώσκετε; οτι ου δύνασθε ακούειν τον λόγον τον εμόν. 44 υμεις εκ του πατρος του διαβόλου εστε και τας επιθυμίας του πατρος υμων θέλετε ποιειν. εκεινος ανθρωποκτόνος ην απ' αρχης, και εν τη αληθεία ουκ εστηκεν, οτι ουκ εστιν αλήθεια εν αυτω. οταν λαλη το ψευδος, εκ των ιδίων λαλει, οτι ψεύστης εστιν και ο πατηρ αυτου. 45 εγω δε οτι την αλήθειαν λέγω, ου πιστεύετέ μοι. 46 τίς εξ υμων ελέγχει με περι αμαρτίας; ει αλήθειαν λέγω, δια τί υμεις ου πιστεύετέ μοι; 47 ο ων εκ του θεου τα ρήματα του θεου ακούει. δια τουτο υμεις ουκ ακούετε, οτι εκ του θεου ουκ εστέ. 48 Απεκρίθησαν οι Ιουδαιοι και ειπαν αυτω, Ου καλως λέγομεν ημεις οτι Σαμαρίτης ει συ και δαιμόνιον εχεις; 49 απεκρίθη Ιησους, Εγω δαιμόνιον ουκ εχω, αλλα τιμω τον πατέρα μου, και υμεις ατιμάζετέ με. 50 εγω δε ου ζητω την δόξαν μου. εστιν ο ζητων και κρίνων. 51 αμην αμην λέγω υμιν, εάν τις τον εμον λόγον τηρήση, θάνατον ου μη θεωρήση εις τον αιωνα. 52 ειπον ουν αυτω οι Ιουδαιοι, Νυν εγνώκαμεν οτι δαιμόνιον εχεις. Αβρααμ απέθανεν και οι προφηται, και συ λέγεις, Εάν τις τον λόγον μου τηρήση, ου μη γεύσηται θανάτου εις τον αιωνα. 53 μη συ μείζων ει του πατρος ημων Αβραάμ, οστις απέθανεν; και οι προφηται απέθανον. τίνα σεαυτον ποιεις; 54 απεκρίθη Ιησους, Εαν εγω δοξάσω εμαυτόν, η δόξα μου ουδέν εστιν. εστιν ο πατήρ μου ο δοξάζων με, ον υμεις λέγετε οτι θεος ημων εστιν. 55 και ουκ εγνώκατε αυτόν, εγω δε οιδα αυτόν. καν ειπω οτι ουκ οιδα αυτόν, εσομαι ομοιος υμιν ψεύστης. αλλα οιδα αυτον και τον λόγον αυτου τηρω. 56 Αβρααμ ο πατηρ υμων ηγαλλιάσατο ινα ιδη την ημέραν την εμήν, και ειδεν και εχάρη. 57 ειπον ουν οι Ιουδαιοι προς αυτόν, Πεντήκοντα ετη ουπω εχεις και Αβρααμ εώρακας; 58 ειπεν αυτοις Ιησους, Αμην αμην λέγω υμιν, πριν Αβρααμ γενέσθαι εγω ειμί. 59 ηραν ουν λίθους ινα βάλωσιν επ' αυτόν. Ιησους δε εκρύβη και εξηλθεν εκ του ιερου. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου