Τετάρτη, 15 Μαΐου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ

  Αρχαίο Κείμενο 

14:1 Μη ταρασσέσθω υμων η καρδία. πιστεύετε εις τον θεόν, και εις εμε πιστεύετε. 2 εν τη οικία του πατρός μου μοναι πολλαί εισιν. ει δε μή, ειπον αν υμιν οτι πορεύομαι ετοιμάσαι τόπον υμιν; 3 και εαν πορευθω και ετοιμάσω τόπον υμιν, πάλιν ερχομαι και παραλήμψομαι υμας προς εμαυτόν, ινα οπου ειμι εγω και υμεις ητε. 4 και οπου εγω υπάγω οιδατε την οδόν. 5 Λέγει αυτω Θωμας, Κύριε, ουκ οιδαμεν που υπάγεις. πως δυνάμεθα την οδον ειδέναι; 6 λέγει αυτω ο Ιησους, Εγώ ειμι η οδος και η αλήθεια και η ζωή. ουδεις ερχεται προς τον πατέρα ει μη δι' εμου. 7 ει εγνώκατέ με, και τον πατέρα μου γνώσεσθε. και απ' αρτι γινώσκετε αυτον και εωράκατε αυτόν. 8 λέγει αυτω Φίλιππος, Κύριε, δειξον ημιν τον πατέρα, και αρκει ημιν. 9 λέγει αυτω ο Ιησους, Τοσούτω χρόνω μεθ' υμων ειμι και ουκ εγνωκάς με, Φίλιππε; ο εωρακως εμε εώρακεν τον πατέρα. πως συ λέγεις, Δειξον ημιν τον πατέρα; 10 ου πιστεύεις οτι εγω εν τω πατρι και ο πατηρ εν εμοί εστιν; τα ρήματα α εγω λέγω υμιν απ' εμαυτου ου λαλω. ο δε πατηρ εν εμοι μένων ποιει τα εργα αυτου. 11 πιστεύετέ μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοί. ει δε μή, δια τα εργα αυτα πιστεύετε. 12 αμην αμην λέγω υμιν, ο πιστεύων εις εμε τα εργα α εγω ποιω κακεινος ποιήσει, και μείζονα τούτων ποιήσει, οτι εγω προς τον πατέρα πορεύομαι. 13 και ο τι αν αιτήσητε εν τω ονόματί μου τουτο ποιήσω, ινα δοξασθη ο πατηρ εν τω υιω. 14 εάν τι αιτήσητέ με εν τω ονόματί μου εγω ποιήσω. 15 Εαν αγαπατέ με, τας εντολας τας εμας τηρήσετε. 16 καγω ερωτήσω τον πατέρα και αλλον παράκλητον δώσει υμιν ινα μεθ' υμων εις τον αιωνα η, 17 το πνευμα της αληθείας, ο ο κόσμος ου δύναται λαβειν, οτι ου θεωρει αυτο ουδε γινώσκει. υμεις γινώσκετε αυτό, οτι παρ' υμιν μένει και εν υμιν εσται. 18 Ουκ αφήσω υμας ορφανούς, ερχομαι προς υμας. 19 ετι μικρον και ο κόσμος με ουκέτι θεωρει, υμεις δε θεωρειτέ με, οτι εγω ζω και υμεις ζήσετε. 20 εν εκείνη τη ημέρα γνώσεσθε υμεις οτι εγω εν τω πατρί μου και υμεις εν εμοι καγω εν υμιν. 21 ο εχων τας εντολάς μου και τηρων αυτας εκεινός εστιν ο αγαπων με. ο δε αγαπων με αγαπηθήσεται υπο του πατρός μου, καγω αγαπήσω αυτον και εμφανίσω αυτω εμαυτόν. 22 Λέγει αυτω Ιούδας, ουχ ο Ισκαριώτης, Κύριε, και τί γέγονεν οτι ημιν μέλλεις εμφανίζειν σεαυτον και ουχι τω κόσμω; 23 απεκρίθη Ιησους και ειπεν αυτω, Εάν τις αγαπα με τον λόγον μου τηρήσει, και ο πατήρ μου αγαπήσει αυτόν, και προς αυτον ελευσόμεθα και μονην παρ' αυτω ποιησόμεθα. 24 ο μη αγαπων με τους λόγους μου ου τηρει. και ο λόγος ον ακούετε ουκ εστιν εμος αλλα του πέμψαντός με πατρός. 25 Ταυτα λελάληκα υμιν παρ' υμιν μένων. 26 ο δε παράκλητος, το πνευμα το αγιον ο πέμψει ο πατηρ εν τω ονόματί μου, εκεινος υμας διδάξει πάντα και υπομνήσει υμας πάντα α ειπον υμιν εγώ. 27 Ειρήνην αφίημι υμιν, ειρήνην την εμην δίδωμι υμιν. ου καθως ο κόσμος δίδωσιν εγω δίδωμι υμιν. μη ταρασσέσθω υμων η καρδία μηδε δειλιάτω. 28 ηκούσατε οτι εγω ειπον υμιν, Υπάγω και ερχομαι προς υμας. ει ηγαπατέ με εχάρητε αν, οτι πορεύομαι προς τον πατέρα, οτι ο πατηρ μείζων μού εστιν. 29 και νυν ειρηκα υμιν πριν γενέσθαι, ινα οταν γένηται πιστεύσητε. 30 ουκέτι πολλα λαλήσω μεθ' υμων, ερχεται γαρ ο του κόσμου αρχων. και εν εμοι ουκ εχει ουδέν, 31 αλλ ινα γνω ο κόσμος οτι αγαπω τον πατέρα, και καθως ενετείλατο μοι ο πατήρ, ουτως ποιω. Εγείρεσθε, αγωμεν εντευθεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου