Τετάρτη, 29 Μαΐου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ

  Αρχαίο Κείμενο 

15:1 Εγώ ειμι η αμπελος η αληθινή, και ο πατήρ μου ο γεωργός εστιν. 2 παν κλημα εν εμοι μη φέρον καρπόν, αιρει αυτό, και παν το καρπον φέρον καθαίρει αυτο ινα καρπον πλείονα φέρη. 3 ηδη υμεις καθαροί εστε δια τον λόγον ον λελάληκα υμιν. 4 μείνατε εν εμοί, καγω εν υμιν. καθως το κλημα ου δύναται καρπον φέρειν αφ' εαυτου εαν μη μένη εν τη αμπέλω, ουτως ουδε υμεις εαν μη εν εμοι μένητε. 5 εγώ ειμι η αμπελος, υμεις τα κλήματα. ο μένων εν εμοι καγω εν αυτω ουτος φέρει καρπον πολύν, οτι χωρις εμου ου δύνασθε ποιειν ουδέν. 6 εαν μή τις μένη εν εμοί, εβλήθη εξω ως το κλημα και εξηράνθη, και συνάγουσιν αυτα και εις το πυρ βάλλουσιν και καίεται. 7 εαν μείνητε εν εμοι και τα ρήματά μου εν υμιν μείνη, ο εαν θέλητε αιτήσασθε και γενήσεται υμιν. 8 εν τούτω εδοξάσθη ο πατήρ μου, ινα καρπον πολυν φέρητε και γένησθε εμοι μαθηταί. 9 καθως ηγάπησέν με ο πατήρ, καγω υμας ηγάπησα. μείνατε εν τη αγάπη τη εμη. 10 εαν τας εντολάς μου τηρήσητε, μενειτε εν τη αγάπη μου, καθως εγω τας εντολας του πατρός μου τετήρηκα και μένω αυτου εν τη αγάπη. 11 Ταυτα λελάληκα υμιν ινα η χαρα η εμη εν υμιν η και η χαρα υμων πληρωθη. 12 αυτη εστιν η εντολη η εμή, ινα αγαπατε αλλήλους καθως ηγάπησα υμας. 13 μείζονα ταύτης αγάπην ουδεις εχει, ινα τις την ψυχην αυτου θη υπερ των φίλων αυτου. 14 υμεις φίλοι μού εστε εαν ποιητε α εγω εντέλλομαι υμιν. 15 ουκέτι λέγω υμας δούλους, οτι ο δουλος ουκ οιδεν τί ποιει αυτου ο κύριος. υμας δε ειρηκα φίλους, οτι πάντα α ηκουσα παρα του πατρός μου εγνώρισα υμιν. 16 ουχ υμεις με εξελέξασθε, αλλ' εγω εξελεξάμην υμας και εθηκα υμας ινα υμεις υπάγητε και καρπον φέρητε και ο καρπος υμων μένη, ινα ο τι αν αιτήσητε τον πατέρα εν τω ονόματί μου δω υμιν. 17 ταυτα εντέλλομαι υμιν, ινα αγαπατε αλλήλους. 18 Ει ο κόσμος υμας μισει, γινώσκετε οτι εμε πρωτον υμων μεμίσηκεν. 19 ει εκ του κόσμου ητε, ο κόσμος αν το ιδιον εφίλει. οτι δε εκ του κόσμου ουκ εστέ, αλλ' εγω εξελεξάμην υμας εκ του κόσμου, δια τουτο μισει υμας ο κόσμος. 20 μνημονεύετε του λόγου ου εγω ειπον υμιν, Ουκ εστιν δουλος μείζων του κυρίου αυτου. ει εμε εδίωξαν, και υμας διώξουσιν. ει τον λόγον μου ετήρησαν, και τον υμέτερον τηρήσουσιν. 21 αλλα ταυτα πάντα ποιήσουσιν εις υμας δια το ονομά μου, οτι ουκ οιδασιν τον πέμψαντά με. 22 ει μη ηλθον και ελάλησα αυτοις, αμαρτίαν ουκ ειχοσαν. νυν δε πρόφασιν ουκ εχουσιν περι της αμαρτίας αυτων. 23 ο εμε μισων και τον πατέρα μου μισει. 24 ει τα εργα μη εποίησα εν αυτοις α ουδεις αλλος εποίησεν, αμαρτίαν ουκ ειχοσαν. νυν δε και εωράκασιν και μεμισήκασιν και εμε και τον πατέρα μου. 25 αλλ ινα πληρωθη ο λόγος ο εν τω νόμω αυτων γεγραμμένος οτι Εμίσησάν με δωρεάν. 26 Οταν ελθη ο παράκλητος ον εγω πέμψω υμιν παρα του πατρός, το πνευμα της αληθείας ο παρα του πατρος εκπορεύεται, εκεινος μαρτυρήσει περι εμου. 27 και υμεις δε μαρτυρειτε, οτι απ' αρχης μετ' εμου εστε. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου