Τρίτη, 15 Ιανουαρίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
21:1 Αναβλέψας δε ειδεν τους βάλλοντας εις το γαζοφυλάκιον τα δωρα αυτων πλουσίους. 2 ειδεν δέ τινα χήραν πενιχραν βάλλουσαν εκει λεπτα δύο, 3 και ειπεν, Αληθως λέγω υμιν οτι η χήρα αυτη η πτωχη πλειον πάντων εβαλεν. 4 πάντες γαρ ουτοι εκ του περισσεύοντος αυτοις εβαλον εις τα δωρα, αυτη δε εκ του υστερήματος αυτης πάντα τον βίον ον ειχεν εβαλεν. 5 Καί τινων λεγόντων περι του ιερου, οτι λίθοις καλοις και αναθήμασιν κεκόσμηται, ειπεν, 6 Ταυτα α θεωρειτε, ελεύσονται ημέραι εν αις ουκ αφεθήσεται λίθος επι λίθω ος ου καταλυθήσεται. 7 Επηρώτησαν δε αυτον λέγοντες, Διδάσκαλε, πότε ουν ταυτα εσται, και τί το σημειον οταν μέλλη ταυτα γίνεσθαι; 8 ο δε ειπεν, Βλέπετε μη πλανηθητε. πολλοι γαρ ελεύσονται επι τω ονόματί μου λέγοντες, Εγώ ειμι. καί, Ο καιρος ηγγικεν. μη πορευθητε οπίσω αυτων. 9 οταν δε ακούσητε πολέμους και ακαταστασίας, μη πτοηθητε. δει γαρ ταυτα γενέσθαι πρωτον, αλλ ουκ ευθέως το τέλος. 10 Τότε ελεγεν αυτοις, Εγερθήσεται εθνος επ' εθνος και βασιλεία επι βασιλείαν, 11 σεισμοί τε μεγάλοι και κατα τόπους λιμοι και λοιμοι εσονται, φόβητρά τε και απ' ουρανου σημεια μεγάλα εσται. 12 προ δε τούτων πάντων επιβαλουσιν εφ' υμας τας χειρας αυτων και διώξουσιν, παραδιδόντες εις τας συναγωγας και φυλακάς, απαγομένους επι βασιλεις και ηγεμόνας ενεκεν του ονόματός μου. 13 αποβήσεται υμιν εις μαρτύριον. 14 θέτε ουν εν ταις καρδίαις υμων μη προμελεταν απολογηθηναι, 15 εγω γαρ δώσω υμιν στόμα και σοφίαν η ου δυνήσονται αντιστηναι η αντειπειν απαντες οι αντικείμενοι υμιν. 16 παραδοθήσεσθε δε και υπο γονέων και αδελφων και συγγενων και φίλων, και θανατώσουσιν εξ υμων, 17 και εσεσθε μισούμενοι υπο πάντων δια το ονομά μου. 18 και θριξ εκ της κεφαλης υμων ου μη απόληται. 19 εν τη υπομονη υμων κτήσασθε τας ψυχας υμων. 20 Οταν δε ιδητε κυκλουμένην υπο στρατοπέδων Ιερουσαλήμ, τότε γνωτε οτι ηγγικεν η ερήμωσις αυτης. 21 τότε οι εν τη Ιουδαία φευγέτωσαν εις τα ορη, και οι εν μέσω αυτης εκχωρείτωσαν, και οι εν ταις χώραις μη εισερχέσθωσαν εις αυτήν, 22 οτι ημέραι εκδικήσεως αυταί εισιν του πλησθηναι πάντα τα γεγραμμένα. 23 ουαι ταις εν γαστρι εχούσαις και ταις θηλαζούσαις εν εκείναις ταις ημέραις. εσται γαρ ανάγκη μεγάλη επι της γης και οργη τω λαω τούτω, 24 και πεσουνται στόματι μαχαίρης και αιχμαλωτισθήσονται εις τα εθνη πάντα, και Ιερουσαλημ εσται πατουμένη υπο εθνων, αχρι ου πληρωθωσιν καιροι εθνων. 25 Και εσονται σημεια εν ηλίω και σελήνη και αστροις, και επι της γης συνοχη εθνων εν απορία ηχους θαλάσσης και σάλου, 26 αποψυχόντων ανθρώπων απο φόβου και προσδοκίας των επερχομένων τη οικουμένη, αι γαρ δυνάμεις των ουρανων σαλευθήσονται. 27 και τότε οψονται τον υιον του ανθρώπου ερχόμενον εν νεφέλη μετα δυνάμεως και δόξης πολλης. 28 αρχομένων δε τούτων γίνεσθαι ανακύψατε και επάρατε τας κεφαλας υμων, διότι εγγίζει η απολύτρωσις υμων. 29 Και ειπεν παραβολην αυτοις. Ιδετε την συκην και πάντα τα δένδρα. 30 οταν προβάλωσιν ηδη, βλέποντες αφ' εαυτων γινώσκετε οτι ηδη εγγυς το θέρος εστίν. 31 ουτως και υμεις, οταν ιδητε ταυτα γινόμενα, γινώσκετε οτι εγγύς εστιν η βασιλεία του θεου. 32 αμην λέγω υμιν οτι ου μη παρέλθη η γενεα αυτη εως αν πάντα γένηται. 33 ο ουρανος και η γη παρελεύσονται, οι δε λόγοι μου ου μη παρελεύσονται. 34 Προσέχετε δε εαυτοις μήποτε βαρηθωσιν υμων αι καρδίαι εν κραιπάλη και μέθη και μερίμναις βιωτικαις, και επιστη εφ' υμας αιφνίδιος η ημέρα εκείνη 35 ως παγις. επεισελεύσεται γαρ επι πάντας τους καθημένους επι πρόσωπον πάσης της γης. 36 αγρυπνειτε δε εν παντι καιρω δεόμενοι ινα κατισχύσητε εκφυγειν ταυτα πάντα τα μέλλοντα γίνεσθαι, και σταθηναι εμπροσθεν του υιου του ανθρώπου. 37 Ην δε τας ημέρας εν τω ιερω διδάσκων, τας δε νύκτας εξερχόμενος ηυλίζετο εις το ορος το καλούμενον Ελαιων. 38 και πας ο λαος ωρθριζεν προς αυτον εν τω ιερω ακούειν αυτου. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου