Σάββατο, 19 Ιανουαρίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
 22:1 Ηγγιζεν δε η εορτη των αζύμων η λεγομένη πάσχα. 2 και εζήτουν οι αρχιερεις και οι γραμματεις το πως ανέλωσιν αυτόν, εφοβουντο γαρ τον λαόν. 3 Εισηλθεν δε Σατανας εις Ιούδαν τον καλούμενον Ισκαριώτην, οντα εκ του αριθμου των δώδεκα. 4 και απελθων συνελάλησεν τοις αρχιερευσιν και στρατηγοις το πως αυτοις παραδω αυτόν. 5 και εχάρησαν και συνέθεντο αυτω αργύριον δουναι. 6 και εξωμολόγησεν, και εζήτει ευκαιρίαν του παραδουναι αυτον ατερ οχλου αυτοις. 7 Ηλθεν δε η ημέρα των αζύμων, εν η εδει θύεσθαι το πάσχα. 8 και απέστειλεν Πέτρον και Ιωάννην ειπών, Πορευθέντες ετοιμάσατε ημιν το πάσχα ινα φάγωμεν. 9 οι δε ειπαν αυτω, Που θέλεις ετοιμάσωμεν; 10 ο δε ειπεν αυτοις, Ιδου εισελθόντων υμων εις την πόλιν συναντήσει υμιν ανθρωπος κεράμιον υδατος βαστάζων. ακολουθήσατε αυτω εις την οικίαν εις ην εισπορεύεται. 11 και ερειτε τω οικοδεσπότη της οικίας, Λέγει σοι ο διδάσκαλος, Που εστιν το κατάλυμα οπου το πάσχα μετα των μαθητων μου φάγω; 12 κακεινος υμιν δείξει ανάγαιον μέγα εστρωμένον. εκει ετοιμάσατε. 13 απελθόντες δε ευρον καθως ειρήκει αυτοις, και ητοίμασαν το πάσχα. 14 Και οτε εγένετο η ωρα, ανέπεσεν και οι απόστολοι συν αυτω. 15 και ειπεν προς αυτούς, Επιθυμία επεθύμησα τουτο το πάσχα φαγειν μεθ' υμων προ του με παθειν. 16 λέγω γαρ υμιν οτι ου μη φάγω αυτο εως οτου πληρωθη εν τη βασιλεία του θεου. 17 και δεξάμενος ποτήριον ευχαριστήσας ειπεν, Λάβετε τουτο και διαμερίσατε εις εαυτούς. 18 λέγω γαρ υμιν οτι ου μη πίω απο του νυν απο του γενήματος της αμπέλου εως ου η βασιλεία του θεου ελθη. 19 και λαβων αρτον ευχαριστήσας εκλασεν και εδωκεν αυτοις λέγων, Τουτό εστιν το σωμά μου το υπερ υμων διδόμενον. τουτο ποιειτε εις την εμην ανάμνησιν. 20 και το ποτήριον ωσαύτως μετα το δειπνησαι, λέγων, Τουτο το ποτήριον η καινη διαθήκη εν τω αιματί μου, το υπερ υμων εκχυννόμενον. 21 πλην ιδου η χειρ του παραδιδόντος με μετ' εμου επι της τραπέζης. 22 οτι ο υιος μεν του ανθρώπου κατα το ωρισμένον πορεύεται, πλην ουαι τω ανθρώπω εκείνω δι' ου παραδίδοται. 23 και αυτοι ηρξαντο συζητειν προς εαυτους το τίς αρα ειη εξ αυτων ο τουτο μέλλων πράσσειν. 24 Εγένετο δε και φιλονεικία εν αυτοις, το τίς αυτων δοκει ειναι μείζων. 25 ο δε ειπεν αυτοις, Οι βασιλεις των εθνων κυριεύουσιν αυτων και οι εξουσιάζοντες αυτων ευεργέται καλουνται. 26 υμεις δε ουχ ουτως, αλλ' ο μείζων εν υμιν γινέσθω ως ο νεώτερος, και ο ηγούμενος ως ο διακονων. 27 τίς γαρ μείζων, ο ανακείμενος η ο διακονων; ουχι ο ανακείμενος; εγω δε εν μέσω υμων ειμι ως ο διακονων. 28 υμεις δέ εστε οι διαμεμενηκότες μετ' εμου εν τοις πειρασμοις μου. 29 καγω διατίθεμαι υμιν καθως διέθετό μοι ο πατήρ μου βασιλείαν 30 ινα εσθητε και πίνητε επι της τραπέζης μου εν τη βασιλεία μου, και καθήσεσθε επι θρόνων τας δώδεκα φυλας κρίνοντες του Ισραήλ. 31 Σίμων Σίμων, ιδου ο Σατανας εξητήσατο υμας του σινιάσαι ως τον σιτον. 32 εγω δε εδεήθην περι σου ινα μη εκλίπη η πίστις σου. και σύ ποτε επιστρέψας στήρισον τους αδελφούς σου. 33 ο δε ειπεν αυτω, Κύριε, μετα σου ετοιμός ειμι και εις φυλακην και εις θάνατον πορεύεσθαι. 34 ο δε ειπεν, Λέγω σοι, Πέτρε, ου φωνήσει σήμερον αλέκτωρ εως τρίς με απαρνήση ειδέναι. 35 Και ειπεν αυτοις, Οτε απέστειλα υμας ατερ βαλλαντίου και πήρας και υποδημάτων, μή τινος υστερήσατε; οι δε ειπαν, Ουθενός. 36 ειπεν δε αυτοις, Αλλα νυν ο εχων βαλλάντιον αράτω, ομοίως και πήραν, και ο μη εχων πωλησάτω το ιμάτιον αυτου και αγορασάτω μάχαιραν. 37 λέγω γαρ υμιν οτι τουτο το γεγραμμένον δει τελεσθηναι εν εμοί, το Και μετα ανόμων ελογίσθη. και γαρ το περι εμου τέλος εχει. 38 οι δε ειπαν, Κύριε, ιδου μάχαιραι ωδε δύο. ο δε ειπεν αυτοις, Ικανόν εστιν. 39 Και εξελθων επορεύθη κατα το εθος εις το Ορος των Ελαιων. ηκολούθησαν δε αυτω και οι μαθηταί. 40 γενόμενος δε επι του τόπου ειπεν αυτοις, Προσεύχεσθε μη εισελθειν εις πειρασμόν. 41 και αυτος απεσπάσθη απ' αυτων ωσει λίθου βολήν, και θεις τα γόνατα προσηύχετο 42 λέγων, Πάτερ, ει βούλει παρένεγκε τουτο το ποτήριον απ' εμου. πλην μη το θέλημά μου αλλα το σον γινέσθω. ά 43 ωφθη δε αυτω αγγελος απ' ουρανου ενισχύων αυτόν. 44 και γενόμενος εν αγωνία εκτενέστερον προσηύχετο. και εγένετο ο ιδρως αυτου ωσει θρόμβοι αιματος καταβαίνοντος επι την γην.έ 45 και αναστας απο της προσευχης ελθων προς τους μαθητας ευρεν κοιμωμένους αυτους απο της λύπης, 46 και ειπεν αυτοις, Τί καθεύδετε; αναστάντες προσεύχεσθε, ινα μη εισέλθητε εις πειρασμόν. 47 Ετι αυτου λαλουντος ιδου οχλος, και ο λεγόμενος Ιούδας εις των δώδεκα προήρχετο αυτούς, και ηγγισεν τω Ιησου φιλησαι αυτόν. 48 Ιησους δε ειπεν αυτω, Ιούδα, φιλήματι τον υιον του ανθρώπου παραδίδως; 49 ιδόντες δε οι περι αυτον το εσόμενον ειπαν, Κύριε, ει πατάξομεν εν μαχαίρη; 50 και επάταξεν εις τις εξ αυτων του αρχιερέως τον δουλον και αφειλεν το ους αυτου το δεξιόν. 51 αποκριθεις δε ο Ιησους ειπεν, Εατε εως τούτου. και αψάμενος του ωτίου ιάσατο αυτόν. 52 ειπεν δε Ιησους προς τους παραγενομένους επ' αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτέρους, Ως επι ληστην εξήλθατε μετα μαχαιρων και ξύλων; 53 καθ' ημέραν οντος μου μεθ' υμων εν τω ιερω ουκ εξετείνατε τας χειρας επ' εμέ. αλλ αυτη εστιν υμων η ωρα και η εξουσία του σκότους. 54 Συλλαβόντες δε αυτον ηγαγον και εισήγαγον εις την οικίαν του αρχιερέως. ο δε Πέτρος ηκολούθει μακρόθεν. 55 περιαψάντων δε πυρ εν μέσω της αυλης και συγκαθισάντων εκάθητο ο Πέτρος μέσος αυτων. 56 ιδουσα δε αυτον παιδίσκη τις καθήμενον προς το φως και ατενίσασα αυτω ειπεν, Και ουτος συν αυτω ην. 57 ο δε ηρνήσατο λέγων, Ουκ οιδα αυτόν, γύναι. 58 και μετα βραχυ ετερος ιδων αυτον εφη, Και συ εξ αυτων ει. ο δε Πέτρος εφη, Ανθρωπε, ουκ ειμί. 59 και διαστάσης ωσει ωρας μιας αλλος τις διϊσχυρίζετο λέγων, Επ' αληθείας και ουτος μετ' αυτου ην, και γαρ Γαλιλαιός εστιν. 60 ειπεν δε ο Πέτρος, Ανθρωπε, ουκ οιδα ο λέγεις. και παραχρημα ετι λαλουντος αυτου εφώνησεν αλέκτωρ. 61 και στραφεις ο κύριος ενέβλεψεν τω Πέτρω, και υπεμνήσθη ο Πέτρος του ρήματος του κυρίου ως ειπεν αυτω οτι Πριν αλέκτορα φωνησαι σήμερον απαρνήση με τρίς. 62 και εξελθων εξω εκλαυσεν πικρως. 63 Και οι ανδρες οι συνέχοντες αυτον ενέπαιζον αυτω δέροντες, 64 και περικαλύψαντες αυτον επηρώτων λέγοντες, Προφήτευσον, τίς εστιν ο παίσας σε; 65 και ετερα πολλα βλασφημουντες ελεγον εις αυτόν. 66 Και ως εγένετο ημέρα, συνήχθη το πρεσβυτέριον του λαου, αρχιερεις τε και γραμματεις, και απήγαγον αυτον εις το συνέδριον αυτων, 67 λέγοντες, Ει συ ει ο Χριστός, ειπον ημιν. ειπεν δε αυτοις, Εαν υμιν ειπω ου μη πιστεύσητε. 68 εαν δε ερωτήσω ου μη αποκριθητε. 69 απο του νυν δε εσται ο υιος του ανθρώπου καθήμενος εκ δεξιων της δυνάμεως του θεου. 70 ειπαν δε πάντες, Συ ουν ει ο υιος του θεου; ο δε προς αυτους εφη, Υμεις λέγετε οτι εγώ ειμι. 71 οι δε ειπαν, Τί ετι εχομεν μαρτυρίας χρείαν; αυτοι γαρ ηκούσαμεν απο του στόματος αυτου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου