Παρασκευή, 31 Μαΐου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ

  Αρχαίο Κείμενο 
16:1 Ταυτα λελάληκα υμιν ινα μη σκανδαλισθητε. 2 αποσυναγώγους ποιήσουσιν υμας. αλλ ερχεται ωρα ινα πας ο αποκτείνας υμας δόξη λατρείαν προσφέρειν τω θεω. 3 και ταυτα ποιήσουσιν οτι ουκ εγνωσαν τον πατέρα ουδε εμέ. 4 αλλα ταυτα λελάληκα υμιν ινα οταν ελθη η ωρα αυτων μνημονεύητε αυτων οτι εγω ειπον υμιν. Ταυτα δε υμιν εξ αρχης ουκ ειπον, οτι μεθ' υμων ημην. 5 νυν δε υπάγω προς τον πέμψαντά με, και ουδεις εξ υμων ερωτα με, Που υπάγεις; 6 αλλ οτι ταυτα λελάληκα υμιν η λύπη πεπλήρωκεν υμων την καρδίαν. 7 αλλ' εγω την αλήθειαν λέγω υμιν, συμφέρει υμιν ινα εγω απέλθω. εαν γαρ μη απέλθω, ο παράκλητος ουκ ελεύσεται προς υμας. εαν δε πορευθω, πέμψω αυτον προς υμας. 8 και ελθων εκεινος ελέγξει τον κόσμον περι αμαρτίας και περι δικαιοσύνης και περι κρίσεως. 9 περι αμαρτίας μέν, οτι ου πιστεύουσιν εις εμέ. 10 περι δικαιοσύνης δέ, οτι προς τον πατέρα υπάγω και ουκέτι θεωρειτέ με. 11 περι δε κρίσεως, οτι ο αρχων του κόσμου τούτου κέκριται. 12 Ετι πολλα εχω υμιν λέγειν, αλλ ου δύνασθε βαστάζειν αρτι. 13 οταν δε ελθη εκεινος, το πνευμα της αληθείας, οδηγήσει υμας εν τη αληθεία πάση. ου γαρ λαλήσει αφ' εαυτου, αλλ οσα ακούσει λαλήσει, και τα ερχόμενα αναγγελει υμιν. 14 εκεινος εμε δοξάσει, οτι εκ του εμου λήμψεται και αναγγελει υμιν. 15 πάντα οσα εχει ο πατηρ εμά εστιν. δια τουτο ειπον οτι εκ του εμου λαμβάνει και αναγγελει υμιν. 16 Μικρον και ουκέτι θεωρειτέ με, και πάλιν μικρον και οψεσθέ με. 17 ειπαν ουν εκ των μαθητων αυτου προς αλλήλους, Τί εστιν τουτο ο λέγει ημιν, Μικρον και ου θεωρειτέ με, και πάλιν μικρον και οψεσθέ με; καί, Οτι υπάγω προς τον πατέρα; 18 ελεγον ουν, Τί εστιν τουτο ο λέγει, το μικρόν; ουκ οιδαμεν τί λαλει. 19 εγνω ο Ιησους οτι ηθελον αυτον ερωταν, και ειπεν αυτοις, Περι τούτου ζητειτε μετ' αλλήλων οτι ειπον, Μικρον και ου θεωρειτέ με, και πάλιν μικρον και οψεσθέ με; 20 αμην αμην λέγω υμιν οτι κλαύσετε και θρηνήσετε υμεις, ο δε κόσμος χαρήσεται. υμεις λυπηθήσεσθε, αλλ' η λύπη υμων εις χαραν γενήσεται. 21 η γυνη οταν τίκτη λύπην εχει, οτι ηλθεν η ωρα αυτης. οταν δε γεννήση το παιδίον, ουκέτι μνημονεύει της θλίψεως δια την χαραν οτι εγεννήθη ανθρωπος εις τον κόσμον. 22 και υμεις ουν νυν μεν λύπην εχετε. πάλιν δε οψομαι υμας, και χαρήσεται υμων η καρδία, και την χαραν υμων ουδεις αιρει αφ' υμων. 23 και εν εκείνη τη ημέρα εμε ουκ ερωτήσετε ουδέν. αμην αμην λέγω υμιν, αν τι αιτήσητε τον πατέρα εν τω ονόματί μου δώσει υμιν. 24 εως αρτι ουκ ητήσατε ουδεν εν τω ονόματί μου. αιτειτε και λήμψεσθε, ινα η χαρα υμων η πεπληρωμένη. 25 Ταυτα εν παροιμίαις λελάληκα υμιν. ερχεται ωρα οτε ουκέτι εν παροιμίαις λαλήσω υμιν αλλα παρρησία περι του πατρος απαγγελω υμιν. 26 εν εκείνη τη ημέρα εν τω ονόματί μου αιτήσεσθε, και ου λέγω υμιν οτι εγω ερωτήσω τον πατέρα περι υμων. 27 αυτος γαρ ο πατηρ φιλει υμας, οτι υμεις εμε πεφιλήκατε και πεπιστεύκατε οτι εγω παρα του θεου εξηλθον. 28 εξηλθον παρα του πατρος και ελήλυθα εις τον κόσμον. πάλιν αφίημι τον κόσμον και πορεύομαι προς τον πατέρα. 29 Λέγουσιν οι μαθηται αυτου, Ιδε νυν εν παρρησία λαλεις, και παροιμίαν ουδεμίαν λέγεις. 30 νυν οιδαμεν οτι οιδας πάντα και ου χρείαν εχεις ινα τίς σε ερωτα. εν τούτω πιστεύομεν οτι απο θεου εξηλθες. 31 απεκρίθη αυτοις Ιησους, Αρτι πιστεύετε; 32 ιδου ερχεται ωρα και ελήλυθεν ινα σκορπισθητε εκαστος εις τα ιδια καμε μόνον αφητε. και ουκ ειμι μόνος, οτι ο πατηρ μετ' εμου εστιν. 33 ταυτα λελάληκα υμιν ινα εν εμοι ειρήνην εχητε. εν τω κόσμω θλιψιν εχετε, αλλα θαρσειτε, εγω νενίκηκα τον κόσμον. 

Κατεβαστέ από δω την εφαρμογή του Δόξα τω Θεώ !!!!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου