Σάββατο, 26 Ιανουαρίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
23:1 Και ανασταν απαν το πληθος αυτων ηγαγον αυτον επι τον Πιλατον. 2 ηρξαντο δε κατηγορειν αυτου λέγοντες, Τουτον ευραμεν διαστρέφοντα το εθνος ημων και κωλύοντα φόρους Καίσαρι διδόναι και λέγοντα εαυτον Χριστον βασιλέα ειναι. 3 ο δε Πιλατος ηρώτησεν αυτον λέγων, Συ ει ο βασιλευς των Ιουδαίων; ο δε αποκριθεις αυτω εφη, Συ λέγεις. 4 ο δε Πιλατος ειπεν προς τους αρχιερεις και τους οχλους, Ουδεν ευρίσκω αιτιον εν τω ανθρώπω τούτω. 5 οι δε επίσχυον λέγοντες οτι Ανασείει τον λαον διδάσκων καθ' ολης της Ιουδαίας, και αρξάμενος απο της Γαλιλαίας εως ωδε. 6 Πιλατος δε ακούσας επηρώτησεν ει ο ανθρωπος Γαλιλαιός εστιν. 7 και επιγνους οτι εκ της εξουσίας Ηρώδου εστιν ανέπεμψεν αυτον προς Ηρώδην, οντα και αυτον εν Ιεροσολύμοις εν ταύταις ταις ημέραις. 8 ο δε Ηρώδης ιδων τον Ιησουν εχάρη λίαν, ην γαρ εξ ικανων χρόνων θέλων ιδειν αυτον δια το ακούειν περι αυτου, και ηλπιζέν τι σημειον ιδειν υπ' αυτου γινόμενον. 9 επηρώτα δε αυτον εν λόγοις ικανοις. αυτος δε ουδεν απεκρίνατο αυτω. 10 ειστήκεισαν δε οι αρχιερεις και οι γραμματεις ευτόνως κατηγορουντες αυτου. 11 εξουθενήσας δε αυτον και ο Ηρώδης συν τοις στρατεύμασιν αυτου και εμπαίξας περιβαλων εσθητα λαμπραν ανέπεμψεν αυτον τω Πιλάτω. 12 εγένοντο δε φίλοι ο τε Ηρώδης και ο Πιλατος εν αυτη τη ημέρα μετ' αλλήλων. προϊπηρχον γαρ εν εχθρα οντες προς αυτούς. 13 Πιλατος δε συγκαλεσάμενος τους αρχιερεις και τους αρχοντας και τον λαον 14 ειπεν προς αυτούς, Προσηνέγκατέ μοι τον ανθρωπον τουτον ως αποστρέφοντα τον λαόν, και ιδου εγω ενώπιον υμων ανακρίνας ουθεν ευρον εν τω ανθρώπω τούτω αιτιον ων κατηγορειτε κατ' αυτου, 15 αλλ ουδε Ηρώδης. ανέπεμψεν γαρ αυτον προς ημας. και ιδου ουδεν αξιον θανάτου εστιν πεπραγμένον αυτω. 16 παιδεύσας ουν αυτον απολύσω. 17 18 ανέκραγον δε παμπληθει λέγοντες, Αιρε τουτον, απόλυσον δε ημιν τον Βαραββαν. 19 οστις ην δια στάσιν τινα γενομένην εν τη πόλει και φόνον βληθεις εν τη φυλακη. 20 πάλιν δε ο Πιλατος προσεφώνησεν αυτοις, θέλων απολυσαι τον Ιησουν. 21 οι δε επεφώνουν λέγοντες, Σταύρου, σταύρου αυτόν. 22 ο δε τρίτον ειπεν προς αυτούς, Τί γαρ κακον εποίησεν ουτος; ουδεν αιτιον θανάτου ευρον εν αυτω. παιδεύσας ουν αυτον απολύσω. 23 οι δε επέκειντο φωναις μεγάλαις αιτούμενοι αυτον σταυρωθηναι, και κατίσχυον αι φωναι αυτων. 24 και Πιλατος επέκρινεν γενέσθαι το αιτημα αυτων. 25 απέλυσεν δε τον δια στάσιν και φόνον βεβλημένον εις φυλακην ον ητουντο, τον δε Ιησουν παρέδωκεν τω θελήματι αυτων. 26 Και ως απήγαγον αυτόν, επιλαβόμενοι Σίμωνά τινα Κυρηναιον ερχόμενον απ' αγρου επέθηκαν αυτω τον σταυρον φέρειν οπισθεν του Ιησου. 27 Ηκολούθει δε αυτω πολυ πληθος του λαου και γυναικων αι εκόπτοντο και εθρήνουν αυτόν. 28 στραφεις δε προς αυτας ο Ιησους ειπεν, Θυγατέρες Ιερουσαλήμ, μη κλαίετε επ' εμέ. πλην εφ' εαυτας κλαίετε και επι τα τέκνα υμων, 29 οτι ιδου ερχονται ημέραι εν αις ερουσιν, Μακάριαι αι στειραι και αι κοιλίαι αι ουκ εγέννησαν και μαστοι οι ουκ εθρεψαν. 30 τότε αρξονται λέγειν τοις ορεσιν, Πέσετε εφ' ημας, και τοις βουνοις, Καλύψατε ημας. 31 οτι ει εν τω υγρω ξύλω ταυτα ποιουσιν, εν τω ξηρω τί γένηται; 32 Ηγοντο δε και ετεροι κακουργοι δύο συν αυτω αναιρεθηναι. 33 και οτε ηλθον επι τον τόπον τον καλούμενον Κρανίον, εκει εσταύρωσαν αυτον και τους κακούργους, ον μεν εκ δεξιων ον δε εξ αριστερων. 34 άο δε Ιησους ελεγεν, Πάτερ, αφες αυτοις, ου γαρ οιδασιν τί ποιουσιν.έ διαμεριζόμενοι δε τα ιμάτια αυτου εβαλον κλήρους. 35 και ειστήκει ο λαος θεωρων. εξεμυκτήριζον δε και οι αρχοντες λέγοντες, Αλλους εσωσεν, σωσάτω εαυτόν, ει ουτός εστιν ο Χριστος του θεου ο εκλεκτός. 36 ενέπαιξαν δε αυτω και οι στρατιωται προσερχόμενοι, οξος προσφέροντες αυτω 37 και λέγοντες, Ει συ ει ο βασιλευς των Ιουδαίων, σωσον σεαυτόν. 38 ην δε και επιγραφη επ' αυτω, Ο βασιλευς των Ιουδαίων ουτος. 39 Εις δε των κρεμασθέντων κακούργων εβλασφήμει αυτον λέγων, Ουχι συ ει ο Χριστός; σωσον σεαυτον και ημας. 40 αποκριθεις δε ο ετερος επιτιμων αυτω εφη, Ουδε φοβη συ τον θεόν, οτι εν τω αυτω κρίματι ει; 41 και ημεις μεν δικαίως, αξια γαρ ων επράξαμεν απολαμβάνομεν. ουτος δε ουδεν ατοπον επραξεν. 42 και ελεγεν, Ιησου, μνήσθητί μου οταν ελθης εις την βασιλείαν σου. 43 και ειπεν αυτω, Αμήν σοι λέγω, σήμερον μετ' εμου εση εν τω παραδείσω. 44 Και ην ηδη ωσει ωρα εκτη και σκότος εγένετο εφ' ολην την γην εως ωρας ενάτης 45 του ηλίου εκλιπόντος, εσχίσθη δε το καταπέτασμα του ναου μέσον. 46 και φωνήσας φωνη μεγάλη ο Ιησους ειπεν, Πάτερ, εις χειράς σου παρατίθεμαι το πνευμά μου. τουτο δε ειπων εξέπνευσεν. 47 Ιδων δε ο εκατοντάρχης το γενόμενον εδόξαζεν τον θεον λέγων, Οντως ο ανθρωπος ουτος δίκαιος ην. 48 και πάντες οι συμπαραγενόμενοι οχλοι επι την θεωρίαν ταύτην, θεωρήσαντες τα γενόμενα, τύπτοντες τα στήθη υπέστρεφον. 49 ειστήκεισαν δε πάντες οι γνωστοι αυτω απο μακρόθεν, και γυναικες αι συνακολουθουσαι αυτω απο της Γαλιλαίας, ορωσαι ταυτα. 50 Και ιδου ανηρ ονόματι Ιωσηφ βουλευτης υπάρχων και ανηρ αγαθος και δίκαιος 51 , ουτος ουκ ην συγκατατεθειμένος τη βουλη και τη πράξει αυτων,ν απο Αριμαθαίας πόλεως των Ιουδαίων, ος προσεδέχετο την βασιλείαν του θεου, 52 ουτος προσελθων τω Πιλάτω ητήσατο το σωμα του Ιησου, 53 και καθελων ενετύλιξεν αυτο σινδόνι, και εθηκεν αυτον εν μνήματι λαξευτω ου ουκ ην ουδεις ουπω κείμενος. 54 και ημέρα ην παρασκευης, και σάββατον επέφωσκεν. 55 Κατακολουθήσασαι δε αι γυναικες, αιτινες ησαν συνεληλυθυιαι εκ της Γαλιλαίας αυτω, εθεάσαντο το μνημειον και ως ετέθη το σωμα αυτου, 56 υποστρέψασαι δε ητοίμασαν αρώματα και μύρα. Και το μεν σάββατον ησύχασαν κατα την εντολήν,

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου