Δευτέρα, 11 Φεβρουαρίου 2013

ΨΑΛΜΟΣ 134 (video)

Δούλοι Κύριον
Αλληλουια. 

Αινείτε τό όνομα κυρίου, αινείτε, δούλοι, κύριον,
οι εστώτες εν οίκω κυρίου, εν αυλαίς οίκου θεού ημών.
Αλληλουια
αινείτε τόν κύριον, ότι αγαθός κύριος• ψάλατε τώ ονόματι αυτού, ότι καλόν•
Αλληλουια
ότι τόν Ιακωβ εξελέξατο εαυτώ ο κύριος, Ισραηλ εις περιουσιασμόν αυτού.
Αλληλουια
Ότι εγώ έγνων ότι μέγας κύριος καί ο κύριος ημών παρά πάντας τούς θεούς•
Αλληλουια
πάντα, όσα ηθέλησεν ο κύριος, εποίησεν εν τώ ουρανώ καί εν τή γή, εν ταίς θαλάσσαις καί εν πάσαις ταίς αβύσσοις•
Αλληλουια
Ανάγων νεφέλας εξ εσχάτου τής γής, αστραπάς εις υετόν εποίησεν• ο εξάγων ανέμους εκ θησαυρών αυτού.
Αλληλουια
Ος επάταξεν τά πρωτότοκα Αιγύπτου από ανθρώπου έως κτήνους•
Αλληλουια
Εξαπέστειλεν σημεία καί τέρατα εν μέσω σου, Αίγυπτε, εν Φαραω καί εν πάσι τοίς δούλοις αυτού.
Αλληλουια
Ος επάταξεν έθνη πολλά καί απέκτεινεν βασιλείς κραταιούς,
Αλληλουια
τόν Σηων βασιλέα τών Αμορραίων καί τόν Ωγ βασιλέα τής Βασαν καί πάσας τάς βασιλείας Χανααν, 
Αλληλουια
καί έδωκεν τήν γήν αυτών κληρονομίαν, κληρονομίαν Ισραηλ λαώ αυτού.
Αλληλουια
Κύριε, τό όνομά σου εις τόν αιώνα κύριε, τό μνημόσυνόν σου εις γενεάν καί γενεάν.
Αλληλουια
ότι κρινεί κύριος τόν λαόν αυτού καί επί τοίς δούλοις αυτού παρακληθήσεται.
Αλληλουια
Τά είδωλα τών εθνών αργύριον καί χρυσίον, έργα χειρών ανθρώπων•
Αλληλουια
στόμα έχουσιν καί ου λαλήσουσιν, οφθαλμούς έχουσιν καί ουκ όψονται
Αλληλουια
ώτα έχουσιν καί ουκ ενωτισθήσονται, ουδέ γάρ εστιν πνεύμα εν τώ στόματι αυτών.
Αλληλουια
Ομοιοι αυτοίς γένοιντο οι ποιούντες αυτά καί πάντες οι πεποιθότες επ’ αυτοίς.
Αλληλουια
οίκος Ισραηλ, ευλογήσατε τόν κύριον•
Αλληλουια
 οίκος Ααρων, ευλογήσατε τόν κύριον•
Αλληλουια
οίκος Λευι, ευλογήσατε τόν κύριον•
Αλληλουια
οι φοβούμενοι τόν κύριον, ευλογήσατε τόν κύριον.
ευλογητός κύριος εκ Σιων ο κατοικών Ιερουσαλημ.
Αλληλουια

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου