Κυριακή, 10 Φεβρουαρίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
24:1 τη δε μια των σαββάτων ορθρου βαθέως επι το μνημα ηλθον φέρουσαι α ητοίμασαν αρώματα. 2 ευρον δε τον λίθον αποκεκυλισμένον απο του μνημείου, 3 εισελθουσαι δε ουχ ευρον το σωμα του κυρίου Ιησου. 4 και εγένετο εν τω απορεισθαι αυτας περι τούτου και ιδου ανδρες δύο επέστησαν αυταις εν εσθητι αστραπτούση. 5 εμφόβων δε γενομένων αυτων και κλινουσων τα πρόσωπα εις την γην ειπαν προς αυτάς, Τί ζητειτε τον ζωντα μετα των νεκρων; 6 ουκ εστιν ωδε, αλλα ηγέρθη. μνήσθητε ως ελάλησεν υμιν ετι ων εν τη Γαλιλαία, 7 λέγων τον υιον του ανθρώπου οτι δει παραδοθηναι εις χειρας ανθρώπων αμαρτωλων και σταυρωθηναι και τη τρίτη ημέρα αναστηναι. 8 και εμνήσθησαν των ρημάτων αυτου, 9 και υποστρέψασαι απο του μνημείου απήγγειλαν ταυτα πάντα τοις ενδεκα και πασιν τοις λοιποις. 10 ησαν δε η Μαγδαληνη Μαρία και Ιωάννα και Μαρία η Ιακώβου. και αι λοιπαι συν αυταις ελεγον προς τους αποστόλους ταυτα. 11 και εφάνησαν ενώπιον αυτων ωσει ληρος τα ρήματα ταυτα, και ηπίστουν αυταις. 12 Ο δε Πέτρος αναστας εδραμεν επι το μνημειον, και παρακύψας βλέπει τα οθόνια μόνα. και απηλθεν προς εαυτον θαυμάζων το γεγονός. 13 Και ιδου δύο εξ αυτων εν αυτη τη ημέρα ησαν πορευόμενοι εις κώμην απέχουσαν σταδίους εξήκοντα απο Ιερουσαλήμ, η ονομα Εμμαους, 14 και αυτοι ωμίλουν προς αλλήλους περι πάντων των συμβεβηκότων τούτων. 15 και εγένετο εν τω ομιλειν αυτους και συζητειν και αυτος Ιησους εγγίσας συνεπορεύετο αυτοις, 16 οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτόν. 17 ειπεν δε προς αυτούς, Τίνες οι λόγοι ουτοι ους αντιβάλλετε προς αλλήλους περιπατουντες; και εστάθησαν σκυθρωποί. 18 αποκριθεις δε εις ονόματι Κλεοπας ειπεν προς αυτόν, Συ μόνος παροικεις Ιερουσαλημ και ουκ εγνως τα γενόμενα εν αυτη εν ταις ημέραις ταύταις; 19 και ειπεν αυτοις, Ποια; οι δε ειπαν αυτω, Τα περι Ιησου του Ναζαρηνου, ος εγένετο ανηρ προφήτης δυνατος εν εργω και λόγω εναντίον του θεου και παντος του λαου, 20 οπως τε παρέδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κρίμα θανάτου και εσταύρωσαν αυτόν. 21 ημεις δε ηλπίζομεν οτι αυτός εστιν ο μέλλων λυτρουσθαι τον Ισραήλ. αλλά γε και συν πασιν τούτοις τρίτην ταύτην ημέραν αγει αφ' ου ταυτα εγένετο. 22 αλλα και γυναικές τινες εξ ημων εξέστησαν ημας. γενόμεναι ορθριναι επι το μνημειον 23 και μη ευρουσαι το σωμα αυτου ηλθον λέγουσαι και οπτασίαν αγγέλων εωρακέναι, οι λέγουσιν αυτον ζην. 24 και απηλθόν τινες των συν ημιν επι το μνημειον, και ευρον ουτως καθως και αι γυναικες ειπον, αυτον δε ουκ ειδον. 25 και αυτος ειπεν προς αυτούς, Ω ανόητοι και βραδεις τη καρδία του πιστεύειν επι πασιν οις ελάλησαν οι προφηται. 26 ουχι ταυτα εδει παθειν τον Χριστον και εισελθειν εις την δόξαν αυτου; 27 και αρξάμενος απο Μωϋσέως και απο πάντων των προφητων διερμήνευσεν αυτοις εν πάσαις ταις γραφαις τα περι εαυτου. 28 Και ηγγισαν εις την κώμην ου επορεύοντο, και αυτος προσεποιήσατο πορρώτερον πορεύεσθαι. 29 και παρεβιάσαντο αυτον λέγοντες, Μεινον μεθ' ημων, οτι προς εσπέραν εστιν και κέκλικεν ηδη η ημέρα. και εισηλθεν του μειναι συν αυτοις. 30 και εγένετο εν τω κατακλιθηναι αυτον μετ' αυτων λαβων τον αρτον ευλόγησεν και κλάσας επεδίδου αυτοις. 31 αυτων δε διηνοίχθησαν οι οφθαλμοι και επέγνωσαν αυτόν. και αυτος αφαντος εγένετο απ' αυτων. 32 και ειπαν προς αλλήλους, Ουχι η καρδία ημων καιομένη ην εν ημιν ως ελάλει ημιν εν τη οδω, ως διήνοιγεν ημιν τας γραφάς; 33 και αναστάντες αυτη τη ωρα υπέστρεψαν εις Ιερουσαλήμ, και ευρον ηθροισμένους τους ενδεκα και τους συν αυτοις, 34 λέγοντας οτι οντως ηγέρθη ο κύριος και ωφθη Σίμωνι. 35 και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνώσθη αυτοις εν τη κλάσει του αρτου. 36 Ταυτα δε αυτων λαλούντων αυτος εστη εν μέσω αυτων και λέγει αυτοις, Ειρήνη υμιν. 37 πτοηθέντες δε και εμφοβοι γενόμενοι εδόκουν πνευμα θεωρειν. 38 και ειπεν αυτοις, Τί τεταραγμένοι εστέ, και δια τί διαλογισμοι αναβαίνουσιν εν τη καρδία υμων; 39 ιδετε τας χειράς μου και τους πόδας μου οτι εγώ ειμι αυτός. ψηλαφήσατέ με και ιδετε, οτι πνευμα σάρκα και οστέα ουκ εχει καθως εμε θεωρειτε εχοντα. 40 και τουτο ειπων εδειξεν αυτοις τας χειρας και τους πόδας. 41 ετι δε απιστούντων αυτων απο της χαρας και θαυμαζόντων ειπεν αυτοις, Εχετέ τι βρώσιμον ενθάδε; 42 οι δε επέδωκαν αυτω ιχθύος οπτου μέρος. 43 και λαβων ενώπιον αυτων εφαγεν. 44 Ειπεν δε προς αυτούς, Ουτοι οι λόγοι μου ους ελάλησα προς υμας ετι ων συν υμιν, οτι δει πληρωθηναι πάντα τα γεγραμμένα εν τω νόμω Μωϋσέως και τοις προφήταις και ψαλμοις περι εμου. 45 τότε διήνοιξεν αυτων τον νουν του συνιέναι τας γραφάς. 46 και ειπεν αυτοις οτι Ουτως γέγραπται παθειν τον Χριστον και αναστηναι εκ νεκρων τη τρίτη ημέρα, 47 και κηρυχθηναι επι τω ονόματι αυτου μετάνοιαν εις αφεσιν αμαρτιων εις πάντα τα εθνη,η αρξάμενοι απο Ιερουσαλήμ. 48 υμεις μάρτυρες τούτων. 49 και ιδου εγω αποστέλλω την επαγγελίαν του πατρός μου εφ' υμας. υμεις δε καθίσατε εν τη πόλει εως ου ενδύσησθε εξ υψους δύναμιν. 50 Εξήγαγεν δε αυτους εξω εως προς Βηθανίαν, και επάρας τας χειρας αυτου ευλόγησεν αυτούς. 51 και εγένετο εν τω ευλογειν αυτον αυτους διέστη απ' αυτων και ανεφέρετο εις τον ουρανόν. 52 και αυτοι προσκυνήσαντες αυτον υπέστρεψαν εις Ιερουσαλημ μετα χαρας μεγάλης, 53 και ησαν δια παντος εν τω ιερω ευλογουντες τον θεόν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου