Τετάρτη, 13 Φεβρουαρίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
1:1 Εν αρχη ην ο λόγος, και ο λόγος ην προς τον θεόν, και θεος ην ο λόγος. 2 ουτος ην εν αρχη προς τον θεόν. 3 πάντα δι' αυτου εγένετο, και χωρις αυτου εγένετο ουδε εν. ο γέγονεν 4 εν αυτω ζωη ην, και η ζωη ην το φως των ανθρώπων. 5 και το φως εν τη σκοτία φαίνει, και η σκοτία αυτο ου κατέλαβεν. 6 Εγένετο ανθρωπος απεσταλμένος παρα θεου, ονομα αυτω Ιωάννης. 7 ουτος ηλθεν εις μαρτυρίαν, ινα μαρτυρήση περι του φωτός, ινα πάντες πιστεύσωσιν δι' αυτου. 8 ουκ ην εκεινος το φως, αλλ ινα μαρτυρήση περι του φωτός. 9 Ην το φως το αληθινόν, ο φωτίζει πάντα ανθρωπον, ερχόμενον εις τον κόσμον. 10 εν τω κόσμω ην, και ο κόσμος δι' αυτου εγένετο, και ο κόσμος αυτον ουκ εγνω. 11 εις τα ιδια ηλθεν, και οι ιδιοι αυτον ου παρέλαβον. 12 οσοι δε ελαβον αυτόν, εδωκεν αυτοις εξουσίαν τέκνα θεου γενέσθαι, τοις πιστεύουσιν εις το ονομα αυτου, 13 οι ουκ εξ αιμάτων ουδε εκ θελήματος σαρκος ουδε εκ θελήματος ανδρος αλλ' εκ θεου εγεννήθησαν. 14 Και ο λόγος σαρξ εγένετο και εσκήνωσεν εν ημιν, και εθεασάμεθα την δόξαν αυτου, δόξαν ως μονογενους παρα πατρός, πλήρης χάριτος και αληθείας. 15 Ιωάννης μαρτυρει περι αυτου και κέκραγεν λέγων, Ουτος ην ον ειπον, Ο οπίσω μου ερχόμενος εμπροσθέν μου γέγονεν, οτι πρωτός μου ην. 16 οτι εκ του πληρώματος αυτου ημεις πάντες ελάβομεν, και χάριν αντι χάριτος. 17 οτι ο νόμος δια Μωϋσέως εδόθη, η χάρις και η αλήθεια δια Ιησου Χριστου εγένετο. 18 θεον ουδεις εώρακεν πώποτε. μονογενης θεος ο ων εις τον κόλπον του πατρος εκεινος εξηγήσατο. 19 Και αυτη εστιν η μαρτυρία του Ιωάννου, οτε απέστειλαν προς αυτον οι Ιουδαιοι εξ Ιεροσολύμων ιερεις και Λευίτας ινα ερωτήσωσιν αυτόν, Συ τίς ει; 20 και ωμολόγησεν και ουκ ηρνήσατο, και ωμολόγησεν οτι Εγω ουκ ειμι ο Χριστός. 21 και ηρώτησαν αυτόν, Τί ουν; Σύ Ηλίας ει; και λέγει, Ουκ ειμί. Ο προφήτης ει σύ; και απεκρίθη, Ου. 22 ειπαν ουν αυτω, Τίς ει; ινα απόκρισιν δωμεν τοις πέμψασιν ημας. τί λέγεις περι σεαυτου; 23 εφη, Εγω φωνη βοωντος εν τη ερήμω, Ευθύνατε την οδον κυρίου, καθως ειπεν Ησαϊας ο προφήτης. 24 Και απεσταλμένοι ησαν εκ των Φαρισαίων. 25 και ηρώτησαν αυτον και ειπαν αυτω, Τί ουν βαπτίζεις ει συ ουκ ει ο Χριστος ουδε Ηλίας ουδε ο προφήτης; 26 απεκρίθη αυτοις ο Ιωάννης λέγων, Εγω βαπτίζω εν υδατι. μέσος υμων εστηκεν ον υμεις ουκ οιδατε, 27 ο οπίσω μου ερχόμενος, ου ουκ ειμι εγω αξιος ινα λύσω αυτου τον ιμάντα του υποδήματος. 28 Ταυτα εν Βηθανία εγένετο πέραν του Ιορδάνου, οπου ην ο Ιωάννης βαπτίζων. 29 Τη επαύριον βλέπει τον Ιησουν ερχόμενον προς αυτόν, και λέγει, Ιδε ο αμνος του θεου ο αιρων την αμαρτίαν του κόσμου. 30 ουτός εστιν υπερ ου εγω ειπον, Οπίσω μου ερχεται ανηρ ος εμπροσθέν μου γέγονεν, οτι πρωτός μου ην. 31 καγω ουκ ηδειν αυτόν, αλλ ινα φανερωθη τω Ισραηλ δια τουτο ηλθον εγω εν υδατι βαπτίζων. 32 Και εμαρτύρησεν Ιωάννης λέγων οτι Τεθέαμαι το πνευμα καταβαινον ως περιστεραν εξ ουρανου, και εμεινεν επ' αυτόν. 33 καγω ουκ ηδειν αυτόν, αλλ' ο πέμψας με βαπτίζειν εν υδατι εκεινός μοι ειπεν, Εφ' ον αν ιδης το πνευμα καταβαινον και μένον επ' αυτόν, ουτός εστιν ο βαπτίζων εν πνεύματι αγίω. 34 καγω εώρακα, και μεμαρτύρηκα οτι ουτός εστιν ο υιος του θεου. 35 Τη επαύριον πάλιν ειστήκει ο Ιωάννης και εκ των μαθητων αυτου δύο, 36 και εμβλέψας τω Ιησου περιπατουντι λέγει, Ιδε ο αμνος του θεου. 37 και ηκουσαν οι δύο μαθηται αυτου λαλουντος και ηκολούθησαν τω Ιησου. 38 στραφεις δε ο Ιησους και θεασάμενος αυτους ακολουθουντας λέγει αυτοις, Τί ζητειτε; οι δε ειπαν αυτω, Ραββί (ο λέγεται μεθερμηνευόμενον Διδάσκαλε), που μένεις; 39 λέγει αυτοις, Ερχεσθε και οψεσθε. ηλθαν ουν και ειδαν που μένει, και παρ' αυτω εμειναν την ημέραν εκείνην. ωρα ην ως δεκάτη. 40 Ην Ανδρέας ο αδελφος Σίμωνος Πέτρου εις εκ των δύο των ακουσάντων παρα Ιωάννου και ακολουθησάντων αυτω. 41 ευρίσκει ουτος πρωτον τον αδελφον τον ιδιον Σίμωνα και λέγει αυτω, Ευρήκαμεν τον Μεσσίαν (ο εστιν μεθερμηνευόμενον Χριστός). 42 ηγαγεν αυτον προς τον Ιησουν. εμβλέψας αυτω ο Ιησους ειπεν, Συ ει Σίμων ο υιος Ιωάννου. συ κληθήση Κηφας (ο ερμηνεύεται Πέτρος). 43 Τη επαύριον ηθέλησεν εξελθειν εις την Γαλιλαίαν, και ευρίσκει Φίλιππον. και λέγει αυτω ο Ιησους, Ακολούθει μοι. 44 ην δε ο Φίλιππος απο Βηθσαϊδά, εκ της πόλεως Ανδρέου και Πέτρου. 45 ευρίσκει Φίλιππος τον Ναθαναηλ και λέγει αυτω, Ον εγραψεν Μωϋσης εν τω νόμω και οι προφηται ευρήκαμεν, Ιησουν υιον του Ιωσηφ τον απο Ναζαρέτ. 46 και ειπεν αυτω Ναθαναήλ, Εκ Ναζαρετ δύναταί τι αγαθον ειναι; λέγει αυτω ο Φίλιππος, Ερχου και ιδε. 47 ειδεν ο Ιησους τον Ναθαναηλ ερχόμενον προς αυτον και λέγει περι αυτου, Ιδε αληθως Ισραηλίτης εν ω δόλος ουκ εστιν. 48 λέγει αυτω Ναθαναήλ, Πόθεν με γινώσκεις; απεκρίθη Ιησους και ειπεν αυτω, Προ του σε Φίλιππον φωνησαι οντα υπο την συκην ειδόν σε. 49 απεκρίθη αυτω Ναθαναήλ, Ραββί, συ ει ο υιος του θεου, συ βασιλευς ει του Ισραήλ. 50 απεκρίθη Ιησους και ειπεν αυτω, Οτι ειπόν σοι οτι ειδόν σε υποκάτω της συκης πιστεύεις; μείζω τούτων οψη. 51 και λέγει αυτω, Αμην αμην λέγω υμιν, οψεσθε τον ουρανον ανεωγότα και τους αγγέλους του θεου αναβαίνοντας και καταβαίνοντας επι τον υιον του ανθρώπου. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου