Τετάρτη, 20 Φεβρουαρίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
2:1 Και τη ημέρα τη τρίτη γάμος εγένετο εν Κανα της Γαλιλαίας, και ην η μήτηρ του Ιησου εκει. 2 εκλήθη δε και ο Ιησους και οι μαθηται αυτου εις τον γάμον. 3 και υστερήσαντος οινου λέγει η μήτηρ του Ιησου προς αυτόν, Οινον ουκ εχουσιν. 4 και λέγει αυτη ο Ιησους, Τί εμοι και σοί, γύναι; ουπω ηκει η ωρα μου. 5 λέγει η μήτηρ αυτου τοις διακόνοις, Ο τι αν λέγη υμιν ποιήσατε. 6 ησαν δε εκει λίθιναι υδρίαι εξ κατα τον καθαρισμον των Ιουδαίων κείμεναι, χωρουσαι ανα μετρητας δύο η τρεις. 7 λέγει αυτοις ο Ιησους, Γεμίσατε τας υδρίας υδατος. και εγέμισαν αυτας εως ανω. 8 και λέγει αυτοις, Αντλήσατε νυν και φέρετε τω αρχιτρικλίνω. οι δε ηνεγκαν. 9 ως δε εγεύσατο ο αρχιτρίκλινος το υδωρ οινον γεγενημένον, και ουκ ηδει πόθεν εστίν, οι δε διάκονοι ηδεισαν οι ηντληκότες το υδωρ, φωνει τον νυμφίον ο αρχιτρίκλινος 10 και λέγει αυτω, Πας ανθρωπος πρωτον τον καλον οινον τίθησιν, και οταν μεθυσθωσιν τον ελάσσω. συ τετήρηκας τον καλον οινον εως αρτι. 11 Ταύτην εποίησεν αρχην των σημείων ο Ιησους εν Κανα της Γαλιλαίας και εφανέρωσεν την δόξαν αυτου, και επίστευσαν εις αυτον οι μαθηται αυτου. 12 Μετα τουτο κατέβη εις Καφαρναουμ αυτος και η μήτηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου, και εκει εμειναν ου πολλας ημέρας. 13 Και εγγυς ην το πάσχα των Ιουδαίων, και ανέβη εις Ιεροσόλυμα ο Ιησους. 14 και ευρεν εν τω ιερω τους πωλουντας βόας και πρόβατα και περιστερας και τους κερματιστας καθημένους, 15 και ποιήσας φραγέλλιον εκ σχοινίων πάντας εξέβαλεν εκ του ιερου, τά τε πρόβατα και τους βόας, και των κολλυβιστων εξέχεεν το κέρμα και τας τραπέζας ανέτρεψεν, 16 και τοις τας περιστερας πωλουσιν ειπεν, Αρατε ταυτα εντευθεν, μη ποιειτε τον οικον του πατρός μου οικον εμπορίου. 17 Εμνήσθησαν οι μαθηται αυτου οτι γεγραμμένον εστίν, Ο ζηλος του οικου σου καταφάγεταί με. 18 απεκρίθησαν ουν οι Ιουδαιοι και ειπαν αυτω, Τί σημειον δεικνύεις ημιν, οτι ταυτα ποιεις; 19 απεκρίθη Ιησους και ειπεν αυτοις, Λύσατε τον ναον τουτον και εν τρισιν ημέραις εγερω αυτόν. 20 ειπαν ουν οι Ιουδαιοι, Τεσσεράκοντα και εξ ετεσιν οικοδομήθη ο ναος ουτος, και συ εν τρισιν ημέραις εγερεις αυτόν; 21 εκεινος δε ελεγεν περι του ναου του σώματος αυτου. 22 οτε ουν ηγέρθη εκ νεκρων, εμνήσθησαν οι μαθηται αυτου οτι τουτο ελεγεν, και επίστευσαν τη γραφη και τω λόγω ον ειπεν ο Ιησους. 23 Ως δε ην εν τοις Ιεροσολύμοις εν τω πάσχα εν τη εορτη, πολλοι επίστευσαν εις το ονομα αυτου, θεωρουντες αυτου τα σημεια α εποίει. 24 αυτος δε Ιησους ουκ επίστευεν αυτον αυτοις δια το αυτον γινώσκειν πάντας, 25 και οτι ου χρείαν ειχεν ινα τις μαρτυρήση περι του ανθρώπου. αυτος γαρ εγίνωσκεν τί ην εν τω ανθρώπω. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου