Παρασκευή, 15 Μαρτίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
3:1 Ην δε ανθρωπος εκ των Φαρισαίων, Νικόδημος ονομα αυτω, αρχων των Ιουδαίων. 2 ουτος ηλθεν προς αυτον νυκτος και ειπεν αυτω, Ραββί, οιδαμεν οτι απο θεου ελήλυθας διδάσκαλος. ουδεις γαρ δύναται ταυτα τα σημεια ποιειν α συ ποιεις, εαν μη η ο θεος μετ' αυτου. 3 απεκρίθη Ιησους και ειπεν αυτω, Αμην αμην λέγω σοι, εαν μή τις γεννηθη ανωθεν, ου δύναται ιδειν την βασιλείαν του θεου. 4 λέγει προς αυτον ο Νικόδημος, Πως δύναται ανθρωπος γεννηθηναι γέρων ων; μη δύναται εις την κοιλίαν της μητρος αυτου δεύτερον εισελθειν και γεννηθηναι; 5 απεκρίθη Ιησους, Αμην αμην λέγω σοι, εαν μή τις γεννηθη εξ υδατος και πνεύματος, ου δύναται εισελθειν εις την βασιλείαν του θεου. 6 το γεγεννημένον εκ της σαρκος σάρξ εστιν, και το γεγεννημένον εκ του πνεύματος πνευμά εστιν. 7 μη θαυμάσης οτι ειπόν σοι, Δει υμας γεννηθηναι ανωθεν. 8 το πνευμα οπου θέλει πνει, και την φωνην αυτου ακούεις, αλλ ουκ οιδας πόθεν ερχεται και που υπάγει. ουτως εστιν πας ο γεγεννημένος εκ του πνεύματος. 9 απεκρίθη Νικόδημος και ειπεν αυτω, Πως δύναται ταυτα γενέσθαι; 10 απεκρίθη Ιησους και ειπεν αυτω, Συ ει ο διδάσκαλος του Ισραηλ και ταυτα ου γινώσκεις; 11 αμην αμην λέγω σοι οτι ο οιδαμεν λαλουμεν και ο εωράκαμεν μαρτυρουμεν, και την μαρτυρίαν ημων ου λαμβάνετε. 12 ει τα επίγεια ειπον υμιν και ου πιστεύετε, πως εαν ειπω υμιν τα επουράνια πιστεύσετε; 13 και ουδεις αναβέβηκεν εις τον ουρανον ει μη ο εκ του ουρανου καταβάς, ο υιος του ανθρώπου. 14 και καθως Μωϋσης υψωσεν τον οφιν εν τη ερήμω, ουτως υψωθηναι δει τον υιον του ανθρώπου, 15 ινα πας ο πιστεύων εν αυτω εχη ζωην αιώνιον. 16 Ουτως γαρ ηγάπησεν ο θεος τον κόσμον, ωστε τον υιον τον μονογενη εδωκεν, ινα πας ο πιστεύων εις αυτον μη απόληται αλλ εχη ζωην αιώνιον. 17 ου γαρ απέστειλεν ο θεος τον υιον εις τον κόσμον ινα κρίνη τον κόσμον, αλλ ινα σωθη ο κόσμος δι' αυτου. 18 ο πιστεύων εις αυτον ου κρίνεται. ο δε μη πιστεύων ηδη κέκριται, οτι μη πεπίστευκεν εις το ονομα του μονογενους υιου του θεου. 19 αυτη δέ εστιν η κρίσις, οτι το φως ελήλυθεν εις τον κόσμον και ηγάπησαν οι ανθρωποι μαλλον το σκότος η το φως, ην γαρ αυτων πονηρα τα εργα. 20 πας γαρ ο φαυλα πράσσων μισει το φως και ουκ ερχεται προς το φως, ινα μη ελεγχθη τα εργα αυτου. 21 ο δε ποιων την αλήθειαν ερχεται προς το φως, ινα φανερωθη αυτου τα εργα οτι εν θεω εστιν ειργασμένα. 22 Μετα ταυτα ηλθεν ο Ιησους και οι μαθηται αυτου εις την Ιουδαίαν γην, και εκει διέτριβεν μετ' αυτων και εβάπτιζεν. 23 ην δε και ο Ιωάννης βαπτίζων εν Αινων εγγυς του Σαλείμ, οτι υδατα πολλα ην εκει, και παρεγίνοντο και εβαπτίζοντο. 24 ουπω γαρ ην βεβλημένος εις την φυλακην ο Ιωάννης. 25 Εγένετο ουν ζήτησις εκ των μαθητων Ιωάννου μετα Ιουδαίου περι καθαρισμου. 26 και ηλθον προς τον Ιωάννην και ειπαν αυτω, Ραββί, ος ην μετα σου πέραν του Ιορδάνου, ω συ μεμαρτύρηκας, ιδε ουτος βαπτίζει και πάντες ερχονται προς αυτόν. 27 απεκρίθη Ιωάννης και ειπεν, Ου δύναται ανθρωπος λαμβάνειν ουδε εν εαν μη η δεδομένον αυτω εκ του ουρανου. 28 αυτοι υμεις μοι μαρτυρειτε οτι ειπον οτι Ουκ ειμι εγω ο Χριστός, αλλ οτι Απεσταλμένος ειμι εμπροσθεν εκείνου. 29 ο εχων την νύμφην νυμφίος εστίν. ο δε φίλος του νυμφίου, ο εστηκως και ακούων αυτου, χαρα χαίρει δια την φωνην του νυμφίου. αυτη ουν η χαρα η εμη πεπλήρωται. 30 εκεινον δει αυξάνειν, εμε δε ελαττουσθαι. 31 Ο ανωθεν ερχόμενος επάνω πάντων εστίν. ο ων εκ της γης εκ της γης εστιν και εκ της γης λαλει. ο εκ του ουρανου ερχόμενος επάνω πάντων εστίν. 32 ο εώρακεν και ηκουσεν τουτο μαρτυρει, και την μαρτυρίαν αυτου ουδεις λαμβάνει. 33 ο λαβων αυτου την μαρτυρίαν εσφράγισεν οτι ο θεος αληθής εστιν. 34 ον γαρ απέστειλεν ο θεος τα ρήματα του θεου λαλει, ου γαρ εκ μέτρου δίδωσιν το πνευμα. 35 ο πατηρ αγαπα τον υιόν, και πάντα δέδωκεν εν τη χειρι αυτου. 36 ο πιστεύων εις τον υιον εχει ζωην αιώνιον. ο δε απειθων τω υιω ουκ οψεται ζωήν, αλλ' η οργη του θεου μένει επ' αυτόν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου