Παρασκευή, 19 Απριλίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ


  Αρχαίο Κείμενο 
  12:1 Ο ουν Ιησους προ εξ ημερων του πάσχα ηλθεν εις Βηθανίαν, οπου ην Λάζαρος, ον ηγειρεν εκ νεκρων Ιησους. 2 εποίησαν ουν αυτω δειπνον εκει, και η Μάρθα διηκόνει, ο δε Λάζαρος εις ην εκ των ανακειμένων συν αυτω. 3 η ουν Μαριαμ λαβουσα λίτραν μύρου νάρδου πιστικης πολυτίμου ηλειψεν τους πόδας του Ιησου και εξέμαξεν ταις θριξιν αυτης τους πόδας αυτου. η δε οικία επληρώθη εκ της οσμης του μύρου. 4 λέγει δε Ιούδας ο Ισκαριώτης εις εκ των μαθητων αυτου, ο μέλλων αυτον παραδιδόναι, 5 Δια τί τουτο το μύρον ουκ επράθη τριακοσίων δηναρίων και εδόθη πτωχοις; 6 ειπεν δε τουτο ουχ οτι περι των πτωχων εμελεν αυτω αλλ οτι κλέπτης ην και το γλωσσόκομον εχων τα βαλλόμενα εβάσταζεν. 7 ειπεν ουν ο Ιησους, Αφες αυτήν, ινα εις την ημέραν του ενταφιασμου μου τηρήση αυτό. 8 τους πτωχους γαρ πάντοτε εχετε μεθ' εαυτων, εμε δε ου πάντοτε εχετε. 9 Εγνω ουν ο οχλος πολυς εκ των Ιουδαίων οτι εκει εστιν, και ηλθον ου δια τον Ιησουν μόνον αλλ ινα και τον Λάζαρον ιδωσιν ον ηγειρεν εκ νεκρων. 10 εβουλεύσαντο δε οι αρχιερεις ινα και τον Λάζαρον αποκτείνωσιν, 11 οτι πολλοι δι' αυτον υπηγον των Ιουδαίων και επίστευον εις τον Ιησουν. 12 Τη επαύριον ο οχλος πολυς ο ελθων εις την εορτήν, ακούσαντες οτι ερχεται ο Ιησους εις Ιεροσόλυμα, 13 ελαβον τα βαϊα των φοινίκων και εξηλθον εις υπάντησιν αυτω, και εκραύγαζον, Ωσαννά. ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου, και ο βασιλευς του Ισραήλ. 14 ευρων δε ο Ιησους ονάριον εκάθισεν επ' αυτό, καθώς εστιν γεγραμμένον, 15 Μη φοβου, θυγάτηρ Σιών. ιδου ο βασιλεύς σου ερχεται, καθήμενος επι πωλον ονου. 16 ταυτα ουκ εγνωσαν αυτου οι μαθηται το πρωτον, αλλ οτε εδοξάσθη Ιησους τότε εμνήσθησαν οτι ταυτα ην επ' αυτω γεγραμμένα και ταυτα εποίησαν αυτω. 17 εμαρτύρει ουν ο οχλος ο ων μετ' αυτου οτε τον Λάζαρον εφώνησεν εκ του μνημείου και ηγειρεν αυτον εκ νεκρων. 18 δια τουτο και υπήντησεν αυτω ο οχλος οτι ηκουσαν τουτο αυτον πεποιηκέναι το σημειον. 19 οι ουν Φαρισαιοι ειπαν προς εαυτούς, Θεωρειτε οτι ουκ ωφελειτε ουδέν. ιδε ο κόσμος οπίσω αυτου απηλθεν. 20 Ησαν δε Ελληνές τινες εκ των αναβαινόντων ινα προσκυνήσωσιν εν τη εορτη. 21 ουτοι ουν προσηλθον Φιλίππω τω απο Βηθσαϊδα της Γαλιλαίας, και ηρώτων αυτον λέγοντες, Κύριε, θέλομεν τον Ιησουν ιδειν. 22 ερχεται ο Φίλιππος και λέγει τω Ανδρέα. ερχεται Ανδρέας και Φίλιππος και λέγουσιν τω Ιησου. 23 ο δε Ιησους αποκρίνεται αυτοις λέγων, Ελήλυθεν η ωρα ινα δοξασθη ο υιος του ανθρώπου. 24 αμην αμην λέγω υμιν, εαν μη ο κόκκος του σίτου πεσων εις την γην αποθάνη, αυτος μόνος μένει. εαν δε αποθάνη, πολυν καρπον φέρει. 25 ο φιλων την ψυχην αυτου απολλύει αυτήν, και ο μισων την ψυχην αυτου εν τω κόσμω τούτω εις ζωην αιώνιον φυλάξει αυτήν. 26 εαν εμοί τις διακονη, εμοι ακολουθείτω, και οπου ειμι εγω εκει και ο διάκονος ο εμος εσται. εάν τις εμοι διακονη τιμήσει αυτον ο πατήρ. 27 Νυν η ψυχή μου τετάρακται. και τί ειπω; Πάτερ, σωσόν με εκ της ωρας ταύτης; αλλα δια τουτο ηλθον εις την ωραν ταύτην. 28 πάτερ, δόξασόν σου το ονομα. ηλθεν ουν φωνη εκ του ουρανου, Και εδόξασα και πάλιν δοξάσω. 29 ο ουν οχλος ο εστως και ακούσας ελεγεν βροντην γεγονέναι. αλλοι ελεγον, Αγγελος αυτω λελάληκεν. 30 απεκρίθη Ιησους και ειπεν, Ου δι' εμε η φωνη αυτη γέγονεν αλλα δι' υμας. 31 νυν κρίσις εστιν του κόσμου τούτου, νυν ο αρχων του κόσμου τούτου εκβληθήσεται εξω. 32 καγω εαν υψωθω εκ της γης, πάντας ελκύσω προς εμαυτόν. 33 τουτο δε ελεγεν σημαίνων ποίω θανάτω ημελλεν αποθνήσκειν. 34 απεκρίθη ουν αυτω ο οχλος, Ημεις ηκούσαμεν εκ του νόμου οτι ο Χριστος μένει εις τον αιωνα, και πως λέγεις συ οτι δει υψωθηναι τον υιον του ανθρώπου; τίς εστιν ουτος ο υιος του ανθρώπου; 35 ειπεν ουν αυτοις ο Ιησους, Ετι μικρον χρόνον το φως εν υμιν εστιν. περιπατειτε ως το φως εχετε, ινα μη σκοτία υμας καταλάβη. και ο περιπατων εν τη σκοτία ουκ οιδεν που υπάγει. 36 ως το φως εχετε, πιστεύετε εις το φως, ινα υιοι φωτος γένησθε. Ταυτα ελάλησεν Ιησους, και απελθων εκρύβη απ' αυτων. 37 Τοσαυτα δε αυτου σημεια πεποιηκότος εμπροσθεν αυτων ουκ επίστευον εις αυτόν, 38 ινα ο λόγος Ησαϊου του προφήτου πληρωθη ον ειπεν, Κύριε, τίς επίστευσεν τη ακοη ημων; και ο βραχίων κυρίου τίνι απεκαλύφθη; 39 δια τουτο ουκ ηδύναντο πιστεύειν, οτι πάλιν ειπεν Ησαϊας, 40 Τετύφλωκεν αυτων τους οφθαλμους και επώρωσεν αυτων την καρδίαν, ινα μη ιδωσιν τοις οφθαλμοις και νοήσωσιν τη καρδία και στραφωσιν, και ιάσομαι αυτούς. 41 ταυτα ειπεν Ησαϊας, οτι ειδεν την δόξαν αυτου, και ελάλησεν περι αυτου. 42 ομως μέντοι και εκ των αρχόντων πολλοι επίστευσαν εις αυτόν, αλλα δια τους Φαρισαίους ουχ ωμολόγουν ινα μη αποσυνάγωγοι γένωνται. 43 ηγάπησαν γαρ την δόξαν των ανθρώπων μαλλον ηπερ την δόξαν του θεου. 44 Ιησους δε εκραξεν και ειπεν, Ο πιστεύων εις εμε ου πιστεύει εις εμε αλλα εις τον πέμψαντά με, 45 και ο θεωρων εμε θεωρει τον πέμψαντά με. 46 εγω φως εις τον κόσμον ελήλυθα, ινα πας ο πιστεύων εις εμε εν τη σκοτία μη μείνη. 47 και εάν τίς μου ακούση των ρημάτων και μη φυλάξη, εγω ου κρίνω αυτόν, ου γαρ ηλθον ινα κρίνω τον κόσμον αλλ ινα σώσω τον κόσμον. 48 ο αθετων εμε και μη λαμβάνων τα ρήματά μου εχει τον κρίνοντα αυτόν. ο λόγος ον ελάλησα εκεινος κρινει αυτον εν τη εσχάτη ημέρα. 49 οτι εγω εξ εμαυτου ουκ ελάλησα, αλλ' ο πέμψας με πατηρ αυτός μοι εντολην δέδωκεν τί ειπω και τί λαλήσω. 50 και οιδα οτι η εντολη αυτου ζωη αιώνιός εστιν. α ουν εγω λαλω, καθως ειρηκέν μοι ο πατήρ, ουτως λαλω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου