Τετάρτη, 24 Απριλίου 2013

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΙΩΑΝΝΗ ΣΤΑ ΑΡΧΑΙΑ

  Αρχαίο Κείμενο 

   13:1 Προ δε της εορτης του πάσχα ειδως ο Ιησους οτι ηλθεν αυτου η ωρα ινα μεταβη εκ του κόσμου τούτου προς τον πατέρα, αγαπήσας τους ιδίους τους εν τω κόσμω, εις τέλος ηγάπησεν αυτούς. 2 και δείπνου γινομένου, του διαβόλου ηδη βεβληκότος εις την καρδίαν ινα παραδοι αυτον Ιούδας Σίμωνος Ισκαριώτου, 3 ειδως οτι πάντα εδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπάγει, 4 εγείρεται εκ του δείπνου και τίθησιν τα ιμάτια, και λαβων λέντιον διέζωσεν εαυτόν. 5 ειτα βάλλει υδωρ εις τον νιπτηρα και ηρξατο νίπτειν τους πόδας των μαθητων και εκμάσσειν τω λεντίω ω ην διεζωσμένος. 6 ερχεται ουν προς Σίμωνα Πέτρον. λέγει αυτω, Κύριε, σύ μου νίπτεις τους πόδας; 7 απεκρίθη Ιησους και ειπεν αυτω, Ο εγω ποιω συ ουκ οιδας αρτι, γνώση δε μετα ταυτα. 8 λέγει αυτω Πέτρος, Ου μη νίψης μου τους πόδας εις τον αιωνα. απεκρίθη Ιησους αυτω, Εαν μη νίψω σε, ουκ εχεις μέρος μετ' εμου. 9 λέγει αυτω Σίμων Πέτρος, Κύριε, μη τους πόδας μου μόνον αλλα και τας χειρας και την κεφαλήν. 10 λέγει αυτω ο Ιησους, Ο λελουμένος ουκ εχει χρείαν ει μη τους πόδας νίψασθαι, αλλ εστιν καθαρος ολος. και υμεις καθαροί εστε, αλλ ουχι πάντες. 11 ηδει γαρ τον παραδιδόντα αυτόν. δια τουτο ειπεν οτι Ουχι πάντες καθαροί εστε. 12 Οτε ουν ενιψεν τους πόδας αυτων και ελαβεν τα ιμάτια αυτου και ανέπεσεν πάλιν, ειπεν αυτοις, Γινώσκετε τί πεποίηκα υμιν; 13 υμεις φωνειτέ με Ο διδάσκαλος και Ο κύριος, και καλως λέγετε, ειμι γάρ. 14 ει ουν εγω ενιψα υμων τους πόδας ο κύριος και ο διδάσκαλος, και υμεις οφείλετε αλλήλων νίπτειν τους πόδας. 15 υπόδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποίησα υμιν και υμεις ποιητε. 16 αμην αμην λέγω υμιν, ουκ εστιν δουλος μείζων του κυρίου αυτου ουδε απόστολος μείζων του πέμψαντος αυτόν. 17 ει ταυτα οιδατε, μακάριοί εστε εαν ποιητε αυτά. 18 ου περι πάντων υμων λέγω. εγω οιδα τίνας εξελεξάμην. αλλ ινα η γραφη πληρωθη, Ο τρώγων μου τον αρτον επηρεν επ' εμε την πτέρναν αυτου. 19 απ' αρτι λέγω υμιν προ του γενέσθαι, ινα πιστεύσητε οταν γένηται οτι εγώ ειμι. 20 αμην αμην λέγω υμιν, ο λαμβάνων αν τινα πέμψω εμε λαμβάνει, ο δε εμε λαμβάνων λαμβάνει τον πέμψαντά με. 21 Ταυτα ειπων ο Ιησους εταράχθη τω πνεύματι και εμαρτύρησεν και ειπεν, Αμην αμην λέγω υμιν οτι εις εξ υμων παραδώσει με. 22 εβλεπον εις αλλήλους οι μαθηται απορούμενοι περι τίνος λέγει. 23 ην ανακείμενος εις εκ των μαθητων αυτου εν τω κόλπω του Ιησου, ον ηγάπα ο Ιησους. 24 νεύει ουν τούτω Σίμων Πέτρος πυθέσθαι τίς αν ειη περι ου λέγει. 25 αναπεσων ουν εκεινος ουτως επι το στηθος του Ιησου λέγει αυτω, Κύριε, τίς εστιν; 26 αποκρίνεται ο Ιησους, Εκεινός εστιν ω εγω βάψω το ψωμίον και δώσω αυτω. βάψας ουν το ψωμίον λαμβάνει και δίδωσιν Ιούδα Σίμωνος Ισκαριώτου. 27 και μετα το ψωμίον τότε εισηλθεν εις εκεινον ο Σατανας. λέγει ουν αυτω ο Ιησους, Ο ποιεις ποίησον τάχιον. 28 τουτο δε ουδεις εγνω των ανακειμένων προς τί ειπεν αυτω. 29 τινες γαρ εδόκουν, επει το γλωσσόκομον ειχεν Ιούδας, οτι λέγει αυτω ο Ιησους, Αγόρασον ων χρείαν εχομεν εις την εορτήν, η τοις πτωχοις ινα τι δω. 30 λαβων ουν το ψωμίον εκεινος εξηλθεν ευθύς. ην δε νύξ. 31 Οτε ουν εξηλθεν λέγει Ιησους, Νυν εδοξάσθη ο υιος του ανθρώπου, και ο θεος εδοξάσθη εν αυτω. 32 ει ο θεος εδοξάσθη εν αυτω και ο θεος δοξάσει αυτον εν αυτω, και ευθυς δοξάσει αυτόν. 33 τεκνία, ετι μικρον μεθ' υμων ειμι. ζητήσετέ με, και καθως ειπον τοις Ιουδαίοις οτι Οπου εγω υπάγω υμεις ου δύνασθε ελθειν, και υμιν λέγω αρτι. 34 εντολην καινην δίδωμι υμιν, ινα αγαπατε αλλήλους. καθως ηγάπησα υμας ινα και υμεις αγαπατε αλλήλους. 35 εν τούτω γνώσονται πάντες οτι εμοι μαθηταί εστε, εαν αγάπην εχητε εν αλλήλοις. 36 Λέγει αυτω Σίμων Πέτρος, Κύριε, που υπάγεις; απεκρίθη αυτω Ιησους, Οπου υπάγω ου δύνασαί μοι νυν ακολουθησαι, ακολουθήσεις δε υστερον. 37 λέγει αυτω ο Πέτρος, Κύριε, δια τί ου δύναμαί σοι ακολουθησαι αρτι; την ψυχήν μου υπερ σου θήσω. 38 αποκρίνεται Ιησους, Την ψυχήν σου υπερ εμου θήσεις; αμην αμην λέγω σοι, ου μη αλέκτωρ φωνήση εως ου αρνήση με τρίς. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου