Τρίτη, 11 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
 8:1 Καταβάντος δε αυτου απο του ορους ηκολούθησαν αυτω οχλοι πολλοί. 2 και ιδου λεπρος προσελθων προσεκύνει αυτω λέγων, Κύριε, εαν θέλης δύνασαί με καθαρίσαι. 3 και εκτείνας την χειρα ηψατο αυτου λέγων, Θέλω, καθαρίσθητι. και ευθέως εκαθαρίσθη αυτου η λέπρα. 4 και λέγει αυτω ο Ιησους, Ορα μηδενι ειπης, αλλα υπαγε σεαυτον δειξον τω ιερει, και προσένεγκον το δωρον ο προσέταξεν Μωϋσης, εις μαρτύριον αυτοις. 5 Εισελθόντος δε αυτου εις Καφαρναουμ προσηλθεν αυτω εκατόνταρχος παρακαλων αυτον 6 και λέγων, Κύριε, ο παις μου βέβληται εν τη οικία παραλυτικός, δεινως βασανιζόμενος. 7 και λέγει αυτω, Εγω ελθων θεραπεύσω αυτόν. 8 και αποκριθεις ο εκατόνταρχος εφη, Κύριε, ουκ ειμι ικανος ινα μου υπο την στέγην εισέλθης. αλλα μόνον ειπε λόγω, και ιαθήσεται ο παις μου. 9 και γαρ εγω ανθρωπός ειμι υπο εξουσίαν, εχων υπ εμαυτον στρατιώτας, και λέγω τούτω, Πορεύθητι, και πορεύεται, και αλλω, Ερχου, και ερχεται, και τω δούλω μου, Ποίησον τουτο, και ποιει. 10 ακούσας δε ο Ιησους εθαύμασεν και ειπεν τοις ακολουθουσιν, Αμην λέγω υμιν, παρ ουδενι τοσαύτην πίστιν εν τω Ισραηλ ευρον. 11 λέγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθήσονται μετα Αβρααμ και Ισαακ και Ιακωβ εν τη βασιλεία των ουρανων. 12 οι δε υιοι της βασιλείας εκβληθήσονται εις το σκότος το εξώτερον. εκει εσται ο κλαυθμος και ο βρυγμος των οδόντων. 13 και ειπεν ο Ιησους τω εκατοντάρχη, Υπαγε, ως επίστευσας γενηθήτω σοι. και ιάθη ο παις αυτου εν τη ωρα εκείνη. 14 Και ελθων ο Ιησους εις την οικίαν Πέτρου ειδεν την πενθεραν αυτου βεβλημένην και πυρέσσουσαν. 15 και ηψατο της χειρος αυτης, και αφηκεν αυτην ο πυρετός. και ηγέρθη και διηκόνει αυτω. 16 Οψίας δε γενομένης προσήνεγκαν αυτω δαιμονιζομένους πολλούς. και εξέβαλεν τα πνεύματα λόγω, και πάντας τους κακως εχοντας εθεράπευσεν. 17 οπως πληρωθη το ρηθεν δια Ησαϊου του προφήτου λέγοντος, Αυτος τας ασθενείας ημων ελαβεν και τας νόσους εβάστασεν. 18 Ιδων δε ο Ιησους οχλον περι αυτον εκέλευσεν απελθειν εις το πέραν. 19 και προσελθων εις γραμματευς ειπεν αυτω, Διδάσκαλε, ακολουθήσω σοι οπου εαν απέρχη. 20 και λέγει αυτω ο Ιησους, Αι αλώπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνώσεις, ο δε υιος του ανθρώπου ουκ εχει που την κεφαλην κλίνη. 21 ετερος δε των μαθητων αυτου ειπεν αυτω, Κύριε, επίτρεψόν μοι πρωτον απελθειν και θάψαι τον πατέρα μου. 22 ο δε Ιησους λέγει αυτω, Ακολούθει μοι, και αφες τους νεκρους θάψαι τους εαυτων νεκρούς. 23 Και εμβάντι αυτω εις το πλοιον ηκολούθησαν αυτω οι μαθηται αυτου. 24 και ιδου σεισμος μέγας εγένετο εν τη θαλάσση, ωστε το πλοιον καλύπτεσθαι υπο των κυμάτων. αυτος δε εκάθευδεν. 25 και προσελθόντες ηγειραν αυτον λέγοντες, Κύριε, σωσον, απολλύμεθα. 26 και λέγει αυτοις, Τί δειλοί εστε, ολιγόπιστοι; τότε εγερθεις επετίμησεν τοις ανέμοις και τη θαλάσση, και εγένετο γαλήνη μεγάλη. 27 οι δε ανθρωποι εθαύμασαν λέγοντες, Ποταπός εστιν ουτος οτι και οι ανεμοι και η θάλασσα αυτω υπακούουσιν; 28 Και ελθόντος αυτου εις το πέραν εις την χώραν των Γαδαρηνων υπήντησαν αυτω δύο δαιμονιζόμενοι εκ των μνημείων εξερχόμενοι, χαλεποι λίαν, ωστε μη ισχύειν τινα παρελθειν δια της οδου εκείνης. 29 και ιδου εκραξαν λέγοντες, Τί ημιν και σοί, υιε του θεου; ηλθες ωδε προ καιρου βασανίσαι ημας; 30 ην δε μακραν απ' αυτων αγέλη χοίρων πολλων βοσκομένη. 31 οι δε δαίμονες παρεκάλουν αυτον λέγοντες, Ει εκβάλλεις ημας, απόστειλον ημας εις την αγέλην των χοίρων. 32 και ειπεν αυτοις, Υπάγετε. οι δε εξελθόντες απηλθον εις τους χοίρους. και ιδου ωρμησεν πασα η αγέλη κατα του κρημνου εις την θάλασσαν, και απέθανον εν τοις υδασιν. 33 οι δε βόσκοντες εφυγον, και απελθόντες εις την πόλιν απήγγειλαν πάντα και τα των δαιμονιζομένων. 34 και ιδου πασα η πόλις εξηλθεν εις υπάντησιν τω Ιησου, και ιδόντες αυτον παρεκάλεσαν οπως μεταβη απο των ορίων αυτων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου