Τετάρτη, 19 Σεπτεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ


                        Αρχαίο Κείμενο 
14:1 Εν εκείνω τω καιρω ηκουσεν Ηρώδης ο τετραάρχης την ακοην Ιησου, 2 και ειπεν τοις παισιν αυτου, Ουτός εστιν Ιωάννης ο βαπτιστής. αυτος ηγέρθη απο των νεκρων, και δια τουτο αι δυνάμεις ενεργουσιν εν αυτω. 3 Ο γαρ Ηρώδης κρατήσας τον Ιωάννην εδησεν αυτον και εν φυλακη απέθετο δια Ηρωδιάδα την γυναικα Φιλίππου του αδελφου αυτου. 4 ελεγεν γαρ ο Ιωάννης αυτω, Ουκ εξεστίν σοι εχειν αυτήν. 5 και θέλων αυτον αποκτειναι εφοβήθη τον οχλον, οτι ως προφήτην αυτον ειχον. 6 γενεσίοις δε γενομένοις του Ηρώδου ωρχήσατο η θυγάτηρ της Ηρωδιάδος εν τω μέσω και ηρεσεν τω Ηρώδη, 7 οθεν μεθ' ορκου ωμολόγησεν αυτη δουναι ο εαν αιτήσηται. 8 η δε προβιβασθεισα υπο της μητρος αυτης, Δός μοι, φησίν, ωδε επι πίνακι την κεφαλην Ιωάννου του βαπτιστου. 9 και λυπηθεις ο βασιλευς δια τους ορκους και τους συνανακειμένους εκέλευσεν δοθηναι, 10 και πέμψας απεκεφάλισεν τον Ιωάννην εν τη φυλακη. 11 και ηνέχθη η κεφαλη αυτου επι πίνακι και εδόθη τω κορασίω, και ηνεγκεν τη μητρι αυτης. 12 και προσελθόντες οι μαθηται αυτου ηραν το πτωμα και εθαψαν αυτόν, και ελθόντες απήγγειλαν τω Ιησου. 13 Ακούσας δε ο Ιησους ανεχώρησεν εκειθεν εν πλοίω εις ερημον τόπον κατ' ιδίαν. και ακούσαντες οι οχλοι ηκολούθησαν αυτω πεζη απο των πόλεων. 14 και εξελθων ειδεν πολυν οχλον, και εσπλαγχνίσθη επ' αυτοις και εθεράπευσεν τους αρρώστους αυτων. 15 οψίας δε γενομένης προσηλθον αυτω οι μαθηται λέγοντες, Ερημός εστιν ο τόπος και η ωρα ηδη παρηλθεν. απόλυσον τους οχλους, ινα απελθόντες εις τας κώμας αγοράσωσιν εαυτοις βρώματα. 16 ο δε Ιησους ειπεν αυτοις, Ου χρείαν εχουσιν απελθειν. δότε αυτοις υμεις φαγειν. 17 οι δε λέγουσιν αυτω, Ουκ εχομεν ωδε ει μη πέντε αρτους και δύο ιχθύας. 18 ο δε ειπεν, Φέρετέ μοι ωδε αυτούς. 19 και κελεύσας τους οχλους ανακλιθηναι επι του χόρτου, λαβων τους πέντε αρτους και τους δύο ιχθύας, αναβλέψας εις τον ουρανον ευλόγησεν και κλάσας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις. 20 και εφαγον πάντες και εχορτάσθησαν, και ηραν το περισσευον των κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οι δε εσθίοντες ησαν ανδρες ωσει πεντακισχίλιοι χωρις γυναικων και παιδίων. 22 Και ευθέως ηνάγκασεν τους μαθητας εμβηναι εις το πλοιον και προάγειν αυτον εις το πέραν, εως ου απολύση τους οχλους. 23 και απολύσας τους οχλους ανέβη εις το ορος κατ' ιδίαν προσεύξασθαι. οψίας δε γενομένης μόνος ην εκει. 24 το δε πλοιον ηδη σταδίους πολλους απο της γης απειχεν, βασανιζόμενον υπο των κυμάτων, ην γαρ εναντίος ο ανεμος. 25 τετάρτη δε φυλακη της νυκτος ηλθεν προς αυτους περιπατων επι την θάλασσαν. 26 οι δε μαθηται ιδόντες αυτον επι της θαλάσσης περιπατουντα εταράχθησαν λέγοντες οτι Φάντασμά εστιν, και απο του φόβου εκραξαν. 27 ευθυς δε ελάλησεν ο Ιησους αυτοις λέγων, Θαρσειτε, εγώ ειμι. μη φοβεισθε. 28 αποκριθεις δε αυτω ο Πέτρος ειπεν, Κύριε, ει συ ει, κέλευσόν με ελθειν προς σε επι τα υδατα. 29 ο δε ειπεν, Ελθέ. και καταβας απο του πλοίου ο Πέτρος περιεπάτησεν επι τα υδατα και ηλθεν προς τον Ιησουν. 30 βλέπων δε τον ανεμον ισχυρον εφοβήθη, και αρξάμενος καταποντίζεσθαι εκραξεν λέγων, Κύριε, σωσόν με. 31 ευθέως δε ο Ιησους εκτείνας την χειρα επελάβετο αυτου και λέγει αυτω, Ολιγόπιστε, εις τί εδίστασας; 32 και αναβάντων αυτων εις το πλοιον εκόπασεν ο ανεμος. 33 οι δε εν τω πλοίω προσεκύνησαν αυτω λέγοντες, Αληθως θεου υιος ει. 34 Και διαπεράσαντες ηλθον επι την γην εις Γεννησαρέτ. 35 και επιγνόντες αυτον οι ανδρες του τόπου εκείνου απέστειλαν εις ολην την περίχωρον εκείνην, και προσήνεγκαν αυτω πάντας τους κακως εχοντας, 36 και παρεκάλουν αυτον ινα μόνον αψωνται του κρασπέδου του ιματίου αυτου. και οσοι ηψαντο διεσώθησαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου