Πέμπτη, 25 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
7:1 Και συνάγονται προς αυτον οι Φαρισαιοι καί τινες των γραμματέων ελθόντες απο Ιεροσολύμων 2 και ιδόντες τινας των μαθητων αυτου οτι κοιναις χερσίν, τουτ' εστιν ανίπτοις, εσθίουσιν τους αρτους 3 , οι γαρ Φαρισαιοι και πάντες οι Ιουδαιοι εαν μη πυγμη νίψωνται τας χειρας ουκ εσθίουσιν, κρατουντες την παράδοσιν των πρεσβυτέρων, 4 και απ' αγορας εαν μη βαπτίσωνται ουκ εσθίουσιν, και αλλα πολλά εστιν α παρέλαβον κρατειν, βαπτισμους ποτηρίων και ξεστων και χαλκίων και κλινων, 5 και επερωτωσιν αυτον οι Φαρισαιοι και οι γραμματεις, Δια τί ου περιπατουσιν οι μαθηταί σου κατα την παράδοσιν των πρεσβυτέρων, αλλα κοιναις χερσιν εσθίουσιν τον αρτον; 6 ο δε ειπεν αυτοις, Καλως επροφήτευσεν Ησαϊας περι υμων των υποκριτων, ως γέγραπται οτι Ουτος ο λαος τοις χείλεσίν με τιμα, η δε καρδία αυτων πόρρω απέχει απ' εμου. 7 μάτην δε σέβονταί με, διδάσκοντες διδασκαλίας εντάλματα ανθρώπων. 8 αφέντες την εντολην του θεου κρατειτε την παράδοσιν των ανθρώπων. 9 Και ελεγεν αυτοις, Καλως αθετειτε την εντολην του θεου, ινα την παράδοσιν υμων στήσητε. 10 Μωϋσης γαρ ειπεν, Τίμα τον πατέρα σου και την μητέρα σου, καί, Ο κακολογων πατέρα η μητέρα θανάτω τελευτάτω. 11 υμεις δε λέγετε, Εαν ειπη ανθρωπος τω πατρι η τη μητρί, Κορβαν, ο εστιν, Δωρον, ο εαν εξ εμου ωφεληθης, 12 ουκέτι αφίετε αυτον ουδεν ποιησαι τω πατρι η τη μητρί, 13 ακυρουντες τον λόγον του θεου τη παραδόσει υμων η παρεδώκατε. και παρόμοια τοιαυτα πολλα ποιειτε. 14 Και προσκαλεσάμενος πάλιν τον οχλον ελεγεν αυτοις, Ακούσατέ μου πάντες και σύνετε. 15 ουδέν εστιν εξωθεν του ανθρώπου εισπορευόμενον εις αυτον ο δύναται κοινωσαι αυτόν. αλλα τα εκ του ανθρώπου εκπορευόμενά εστιν τα κοινουντα τον ανθρωπον. 16 17 Και οτε εισηλθεν εις οικον απο του οχλου, επηρώτων αυτον οι μαθηται αυτου την παραβολήν. 18 και λέγει αυτοις, Ουτως και υμεις ασύνετοί εστε; ου νοειτε οτι παν το εξωθεν εισπορευόμενον εις τον ανθρωπον ου δύναται αυτον κοινωσαι, 19 οτι ουκ εισπορεύεται αυτου εις την καρδίαν αλλ εις την κοιλίαν, και εις τον αφεδρωνα εκπορεύεται; , καθαρίζων πάντα τα βρώματα. 20 ελεγεν δε οτι Το εκ του ανθρώπου εκπορευόμενον εκεινο κοινοι τον ανθρωπον. 21 εσωθεν γαρ εκ της καρδίας των ανθρώπων οι διαλογισμοι οι κακοι εκπορεύονται, πορνειαι, κλοπαί, φόνοι, 22 μοιχειαι, πλεονεξίαι, πονηρίαι, δόλος, ασέλγεια, οφθαλμος πονηρός, βλασφημία, υπερηφανία, αφροσύνη. 23 πάντα ταυτα τα πονηρα εσωθεν εκπορεύεται και κοινοι τον ανθρωπον. 24 Εκειθεν δε αναστας απηλθεν εις τα ορια Τύρου. και εισελθων εις οικίαν ουδένα ηθελεν γνωναι, και ουκ ηδυνήθη λαθειν. 25 αλλ ευθυς ακούσασα γυνη περι αυτου, ης ειχεν το θυγάτριον αυτης πνευμα ακάθαρτον, ελθουσα προσέπεσεν προς τους πόδας αυτου. 26 η δε γυνη ην Ελληνίς, Συροφοινίκισσα τω γένει. και ηρώτα αυτον ινα το δαιμόνιον εκβάλη εκ της θυγατρος αυτης. 27 και ελεγεν αυτη, Αφες πρωτον χορτασθηναι τα τέκνα, ου γάρ εστιν καλον λαβειν τον αρτον των τέκνων και τοις κυναρίοις βαλειν. 28 η δε απεκρίθη και λέγει αυτω, Κύριε, και τα κυνάρια υποκάτω της τραπέζης εσθίουσιν απο των ψιχίων των παιδίων. 29 και ειπεν αυτη, Δια τουτον τον λόγον υπαγε, εξελήλυθεν εκ της θυγατρός σου το δαιμόνιον. 30 και απελθουσα εις τον οικον αυτης ευρεν το παιδίον βεβλημένον επι την κλίνην και το δαιμόνιον εξεληλυθός. 31 Και πάλιν εξελθων εκ των ορίων Τύρου ηλθεν δια Σιδωνος εις την θάλασσαν της Γαλιλαίας ανα μέσον των ορίων Δεκαπόλεως. 32 και φέρουσιν αυτω κωφον και μογιλάλον, και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα. 33 και απολαβόμενος αυτον απο του οχλου κατ' ιδίαν εβαλεν τους δακτύλους αυτου εις τα ωτα αυτου και πτύσας ηψατο της γλώσσης αυτου, 34 και αναβλέψας εις τον ουρανον εστέναξεν, και λέγει αυτω, Εφφαθα, ο εστιν, Διανοίχθητι. 35 και ευθέως ηνοίγησαν αυτου αι ακοαί, και ελύθη ο δεσμος της γλώσσης αυτου, και ελάλει ορθως. 36 και διεστείλατο αυτοις ινα μηδενι λέγωσιν. οσον δε αυτοις διεστέλλετο, αυτοι μαλλον περισσότερον εκήρυσσον. 37 και υπερπερισσως εξεπλήσσοντο λέγοντες, Καλως πάντα πεποίηκεν. και τους κωφους ποιει ακούειν και τους αλάλους λαλειν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου