Τετάρτη, 31 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤΑ ΑΡΧΑΙΑ




                       Αρχαίο Κείμενο 
 11:1 Και οτε εγγίζουσιν εις Ιεροσόλυμα εις Βηθφαγη και Βηθανίαν προς το Ορος των Ελαιων, αποστέλλει δύο των μαθητων αυτου 2 και λέγει αυτοις, Υπάγετε εις την κώμην την κατέναντι υμων, και ευθυς εισπορευόμενοι εις αυτην ευρήσετε πωλον δεδεμένον εφ' ον ουδεις ουπω ανθρώπων εκάθισεν. λύσατε αυτον και φέρετε. 3 και εάν τις υμιν ειπη, Τί ποιειτε τουτο; ειπατε, Ο κύριος αυτου χρείαν εχει, και ευθυς αυτον αποστέλλει πάλιν ωδε. 4 και απηλθον και ευρον πωλον δεδεμένον προς θύραν εξω επι του αμφόδου, και λύουσιν αυτόν. 5 καί τινες των εκει εστηκότων ελεγον αυτοις, Τί ποιειτε λύοντες τον πωλον; 6 οι δε ειπαν αυτοις καθως ειπεν ο Ιησους. και αφηκαν αυτούς. 7 και φέρουσιν τον πωλον προς τον Ιησουν, και επιβάλλουσιν αυτω τα ιμάτια αυτων, και εκάθισεν επ' αυτόν. 8 και πολλοι τα ιμάτια αυτων εστρωσαν εις την οδόν, αλλοι δε στιβάδας κόψαντες εκ των αγρων. 9 και οι προάγοντες και οι ακολουθουντες εκραζον, Ωσαννά. Ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου. 10 Ευλογημένη η ερχομένη βασιλεία του πατρος ημων Δαυίδ. Ωσαννα εν τοις υψίστοις. 11 Και εισηλθεν εις Ιεροσόλυμα εις το ιερόν. και περιβλεψάμενος πάντα, οψίας ηδη ουσης της ωρας, εξηλθεν εις Βηθανίαν μετα των δώδεκα. 12 Και τη επαύριον εξελθόντων αυτων απο Βηθανίας επείνασεν. 13 και ιδων συκην απο μακρόθεν εχουσαν φύλλα ηλθεν ει αρα τι ευρήσει εν αυτη, και ελθων επ' αυτην ουδεν ευρεν ει μη φύλλα. ο γαρ καιρος ουκ ην σύκων. 14 και αποκριθεις ειπεν αυτη, Μηκέτι εις τον αιωνα εκ σου μηδεις καρπον φάγοι. και ηκουον οι μαθηται αυτου. 15 Και ερχονται εις Ιεροσόλυμα. και εισελθων εις το ιερον ηρξατο εκβάλλειν τους πωλουντας και τους αγοράζοντας εν τω ιερω, και τας τραπέζας των κολλυβιστων και τας καθέδρας των πωλούντων τας περιστερας κατέστρεψεν, 16 και ουκ ηφιεν ινα τις διενέγκη σκευος δια του ιερου. 17 και εδίδασκεν και ελεγεν αυτοις, Ου γέγραπται οτι Ο οικός μου οικος προσευχης κληθήσεται πασιν τοις εθνεσιν; υμεις δε πεποιήκατε αυτον σπήλαιον ληστων. 18 και ηκουσαν οι αρχιερεις και οι γραμματεις, και εζήτουν πως αυτον απολέσωσιν. εφοβουντο γαρ αυτόν, πας γαρ ο οχλος εξεπλήσσετο επι τη διδαχη αυτου. 19 Και οταν οψε εγένετο, εξεπορεύοντο εξω της πόλεως. 20 Και παραπορευόμενοι πρωϊ ειδον την συκην εξηραμμένην εκ ριζων. 21 και αναμνησθεις ο Πέτρος λέγει αυτω, Ραββί, ιδε η συκη ην κατηράσω εξήρανται. 22 και αποκριθεις ο Ιησους λέγει αυτοις, Εχετε πίστιν θεου, 23 αμην λέγω υμιν οτι ος αν ειπη τω ορει τούτω, Αρθητι και βλήθητι εις την θάλασσαν, και μη διακριθη εν τη καρδία αυτου αλλα πιστεύη οτι ο λαλει γίνεται, εσται αυτω. 24 δια τουτο λέγω υμιν, πάντα οσα προσεύχεσθε και αιτεισθε, πιστεύετε οτι ελάβετε, και εσται υμιν. 25 και οταν στήκετε προσευχόμενοι, αφίετε ει τι εχετε κατά τινος, ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτώματα υμων. 26 27 Και ερχονται πάλιν εις Ιεροσόλυμα. και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβύτεροι 28 και ελεγον αυτω, Εν ποία εξουσία ταυτα ποιεις; η τίς σοι εδωκεν την εξουσίαν ταύτην ινα ταυτα ποιης; 29 ο δε Ιησους ειπεν αυτοις, Επερωτήσω υμας ενα λόγον, και αποκρίθητέ μοι, και ερω υμιν εν ποία εξουσία ταυτα ποιω. 30 το βάπτισμα το Ιωάννου εξ ουρανου ην η εξ ανθρώπων; αποκρίθητέ μοι. 31 και διελογίζοντο προς εαυτους λέγοντες, Εαν ειπωμεν, Εξ ουρανου, ερει, Δια τί ουν ουκ επιστεύσατε αυτω; 32 αλλα ειπωμεν, Εξ ανθρώπων; , εφοβουντο τον οχλον, απαντες γαρ ειχον τον Ιωάννην οντως οτι προφήτης ην. 33 και αποκριθέντες τω Ιησου λέγουσιν, Ουκ οιδαμεν. και ο Ιησους λέγει αυτοις, Ουδε εγω λέγω υμιν εν ποία εξουσία ταυτα ποιω. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου