Δευτέρα, 8 Οκτωβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΣΤΑ ΑΡΧΑΙΑ



                        Αρχαίο Κείμενο 
27:1 Πρωϊας δε γενομένης συμβούλιον ελαβον πάντες οι αρχιερεις και οι πρεσβύτεροι του λαου κατα του Ιησου ωστε θανατωσαι αυτόν. 2 και δήσαντες αυτον απήγαγον και παρέδωκαν Πιλάτω τω ηγεμόνι. 3 Τότε ιδων Ιούδας ο παραδιδους αυτον οτι κατεκρίθη μεταμεληθεις εστρεψεν τα τριάκοντα αργύρια τοις αρχιερευσιν και πρεσβυτέροις 4 λέγων, Ημαρτον παραδους αιμα αθωον. οι δε ειπαν, Τί προς ημας; συ οψη. 5 και ρίψας τα αργύρια εις τον ναον ανεχώρησεν, και απελθων απήγξατο. 6 οι δε αρχιερεις λαβόντες τα αργύρια ειπαν, Ουκ εξεστιν βαλειν αυτα εις τον κορβαναν, επει τιμη αιματός εστιν. 7 συμβούλιον δε λαβόντες ηγόρασαν εξ αυτων τον Αγρον του Κεραμέως εις ταφην τοις ξένοις. 8 διο εκλήθη ο αγρος εκεινος Αγρος Αιματος εως της σήμερον. 9 τότε επληρώθη το ρηθεν δια Ιερεμίου του προφήτου λέγοντος, Και ελαβον τα τριάκοντα αργύρια, την τιμην του τετιμημένου ον ετιμήσαντο απο υιων Ισραήλ, 10 και εδωκαν αυτα εις τον αγρον του κεραμέως, καθα συνέταξέν μοι κύριος. 11 Ο δε Ιησους εστάθη εμπροσθεν του ηγεμόνος. και επηρώτησεν αυτον ο ηγεμων λέγων, Συ ει ο βασιλευς των Ιουδαίων; ο δε Ιησους εφη, Συ λέγεις. 12 και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερέων και πρεσβυτέρων ουδεν απεκρίνατο. 13 τότε λέγει αυτω ο Πιλατος, Ουκ ακούεις πόσα σου καταμαρτυρουσιν; 14 και ουκ απεκρίθη αυτω προς ουδε εν ρημα, ωστε θαυμάζειν τον ηγεμόνα λίαν. 15 Κατα δε εορτην ειώθει ο ηγεμων απολύειν ενα τω οχλω δέσμιον ον ηθελον. 16 ειχον δε τότε δέσμιον επίσημον λεγόμενον Ιησουν Βαραββαν. 17 συνηγμένων ουν αυτων ειπεν αυτοις ο Πιλατος, Τίνα θέλετε απολύσω υμιν, Ιησουν τον Βαραββαν η Ιησουν τον λεγόμενον Χριστόν; 18 ηδει γαρ οτι δια φθόνον παρέδωκαν αυτόν. 19 Καθημένου δε αυτου επι του βήματος απέστειλεν προς αυτον η γυνη αυτου λέγουσα, Μηδεν σοι και τω δικαίω εκείνω, πολλα γαρ επαθον σήμερον κατ' οναρ δι' αυτόν. 20 Οι δε αρχιερεις και οι πρεσβύτεροι επεισαν τους οχλους ινα αιτήσωνται τον Βαραββαν τον δε Ιησουν απολέσωσιν. 21 αποκριθεις δε ο ηγεμων ειπεν αυτοις, Τίνα θέλετε απο των δύο απολύσω υμιν; οι δε ειπαν, Τον Βαραββαν. 22 λέγει αυτοις ο Πιλατος, Τί ουν ποιήσω Ιησουν τον λεγόμενον Χριστόν; λέγουσιν πάντες, Σταυρωθήτω. 23 ο δε εφη, Τί γαρ κακον εποίησεν; οι δε περισσως εκραζον λέγοντες, Σταυρωθήτω. 24 ιδων δε ο Πιλατος οτι ουδεν ωφελει αλλα μαλλον θόρυβος γίνεται, λαβων υδωρ απενίψατο τας χειρας απέναντι του οχλου, λέγων, Αθωός ειμι απο του αιματος τούτου. υμεις οψεσθε. 25 και αποκριθεις πας ο λαος ειπεν, Το αιμα αυτου εφ' ημας και επι τα τέκνα ημων. 26 τότε απέλυσεν αυτοις τον Βαραββαν, τον δε Ιησουν φραγελλώσας παρέδωκεν ινα σταυρωθη. 27 Τότε οι στρατιωται του ηγεμόνος παραλαβόντες τον Ιησουν εις το πραιτώριον συνήγαγον επ' αυτον ολην την σπειραν. 28 και εκδύσαντες αυτον χλαμύδα κοκκίνην περιέθηκαν αυτω, 29 και πλέξαντες στέφανον εξ ακανθων επέθηκαν επι της κεφαλης αυτου και κάλαμον εν τη δεξια αυτου, και γονυπετήσαντες εμπροσθεν αυτου ενέπαιξαν αυτω λέγοντες, Χαιρε, βασιλευ των Ιουδαίων, 30 και εμπτύσαντες εις αυτον ελαβον τον κάλαμον και ετυπτον εις την κεφαλην αυτου. 31 και οτε ενέπαιξαν αυτω, εξέδυσαν αυτον την χλαμύδα και ενέδυσαν αυτον τα ιμάτια αυτου, και απήγαγον αυτον εις το σταυρωσαι. 32 Εξερχόμενοι δε ευρον ανθρωπον Κυρηναιον ονόματι Σίμωνα. τουτον ηγγάρευσαν ινα αρη τον σταυρον αυτου. 33 Και ελθόντες εις τόπον λεγόμενον Γολγοθα, ο εστιν Κρανίου Τόπος λεγόμενος, 34 εδωκαν αυτω πιειν οινον μετα χολης μεμιγμένον. και γευσάμενος ουκ ηθέλησεν πιειν. 35 σταυρώσαντες δε αυτον διεμερίσαντο τα ιμάτια αυτου βάλλοντες κληρον, 36 και καθήμενοι ετήρουν αυτον εκει. 37 και επέθηκαν επάνω της κεφαλης αυτου την αιτίαν αυτου γεγραμμένην. Ουτός εστιν Ιησους ο βασιλευς των Ιουδαίων. 38 Τότε σταυρουνται συν αυτω δύο λησταί, εις εκ δεξιων και εις εξ ευωνύμων. 39 Οι δε παραπορευόμενοι εβλασφήμουν αυτον κινουντες τας κεφαλας αυτων 40 και λέγοντες, Ο καταλύων τον ναον και εν τρισιν ημέραις οικοδομων, σωσον σεαυτόν, ει υιος ει του θεου, και κατάβηθι απο του σταυρου. 41 ομοίως και οι αρχιερεις εμπαίζοντες μετα των γραμματέων και πρεσβυτέρων ελεγον, 42 Αλλους εσωσεν, εαυτον ου δύναται σωσαι. βασιλευς Ισραήλ εστιν, καταβάτω νυν απο του σταυρου και πιστεύσομεν επ' αυτόν. 43 πέποιθεν επι τον θεόν, ρυσάσθω νυν ει θέλει αυτόν. ειπεν γαρ οτι Θεου ειμι υιός. 44 το δ αυτο και οι λησται οι συσταυρωθέντες συν αυτω ωνείδιζον αυτόν. 45 Απο δε εκτης ωρας σκότος εγένετο επι πασαν την γην εως ωρας ενάτης. 46 περι δε την ενάτην ωραν ανεβόησεν ο Ιησους φωνη μεγάλη λέγων, Ηλι ηλι λεμα σαβαχθανι; τουτ' εστιν, Θεέ μου θεέ μου, ινατί με εγκατέλιπες; 47 τινες δε των εκει εστηκότων ακούσαντες ελεγον οτι Ηλίαν φωνει ουτος. 48 και ευθέως δραμων εις εξ αυτων και λαβων σπόγγον πλήσας τε οξους και περιθεις καλάμω επότιζεν αυτόν. 49 οι δε λοιποι ελεγον, Αφες ιδωμεν ει ερχεται Ηλίας σώσων αυτόν. 50 ο δε Ιησους πάλιν κράξας φωνη μεγάλη αφηκεν το πνευμα. 51 Και ιδου το καταπέτασμα του ναου εσχίσθη απ' ανωθεν εως κάτω εις δύο, και η γη εσείσθη, και αι πέτραι εσχίσθησαν, 52 και τα μνημεια ανεώχθησαν και πολλα σώματα των κεκοιμημένων αγίων ηγέρθησαν, 53 και εξελθόντες εκ των μνημείων μετα την εγερσιν αυτου εισηλθον εις την αγίαν πόλιν και ενεφανίσθησαν πολλοις. 54 Ο δε εκατόνταρχος και οι μετ' αυτου τηρουντες τον Ιησουν ιδόντες τον σεισμον και τα γενόμενα εφοβήθησαν σφόδρα, λέγοντες, Αληθως θεου υιος ην ουτος. 55 Ησαν δε εκει γυναικες πολλαι απο μακρόθεν θεωρουσαι, αιτινες ηκολούθησαν τω Ιησου απο της Γαλιλαίας διακονουσαι αυτω. 56 εν αις ην Μαρία η Μαγδαληνη και Μαρία η του Ιακώβου και Ιωσηφ μήτηρ και η μήτηρ των υιων Ζεβεδαίου. 57 Οψίας δε γενομένης ηλθεν ανθρωπος πλούσιος απο Αριμαθαίας, τουνομα Ιωσήφ, ος και αυτος εμαθητεύθη τω Ιησου. 58 ουτος προσελθων τω Πιλάτω ητήσατο το σωμα του Ιησου. τότε ο Πιλατος εκέλευσεν αποδοθηναι. 59 και λαβων το σωμα ο Ιωσηφ ενετύλιξεν αυτο εν σινδόνι καθαρα, 60 και εθηκεν αυτο εν τω καινω αυτου μνημείω ο ελατόμησεν εν τη πέτρα, και προσκυλίσας λίθον μέγαν τη θύρα του μνημείου απηλθεν. 61 ην δε εκει Μαριαμ η Μαγδαληνη και η αλλη Μαρία καθήμεναι απέναντι του τάφου. 62 Τη δε επαύριον, ητις εστιν μετα την παρασκευήν, συνήχθησαν οι αρχιερεις και οι Φαρισαιοι προς Πιλατον 63 λέγοντες, Κύριε, εμνήσθημεν οτι εκεινος ο πλάνος ειπεν ετι ζων, Μετα τρεις ημέρας εγείρομαι. 64 κέλευσον ουν ασφαλισθηναι τον τάφον εως της τρίτης ημέρας, μήποτε ελθόντες οι μαθηται αυτου κλέψωσιν αυτον και ειπωσιν τω λαω, Ηγέρθη απο των νεκρων, και εσται η εσχάτη πλάνη χείρων της πρώτης. 65 εφη αυτοις ο Πιλατος, Εχετε κουστωδίαν. υπάγετε ασφαλίσασθε ως οιδατε. 66 οι δε πορευθέντες ησφαλίσαντο τον τάφον σφραγίσαντες τον λίθον μετα της κουστωδίας. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου