Δευτέρα, 19 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
 7:1 Επειδη επλήρωσεν πάντα τα ρήματα αυτου εις τας ακοας του λαου, εισηλθεν εις Καφαρναούμ. 2 Εκατοντάρχου δέ τινος δουλος κακως εχων ημελλεν τελευταν, ος ην αυτω εντιμος. 3 ακούσας δε περι του Ιησου απέστειλεν προς αυτον πρεσβυτέρους των Ιουδαίων, ερωτων αυτον οπως ελθων διασώση τον δουλον αυτου. 4 οι δε παραγενόμενοι προς τον Ιησουν παρεκάλουν αυτον σπουδαίως, λέγοντες οτι Αξιός εστιν ω παρέξη τουτο, 5 αγαπα γαρ το εθνος ημων και την συναγωγην αυτος ωκοδόμησεν ημιν. 6 ο δε Ιησους επορεύετο συν αυτοις. ηδη δε αυτου ου μακραν απέχοντος απο της οικίας επεμψεν φίλους ο εκατοντάρχης λέγων αυτω, Κύριε, μη σκύλλου, ου γαρ ικανός ειμι ινα υπο την στέγην μου εισέλθης. 7 διο ουδε εμαυτον ηξίωσα προς σε ελθειν. αλλα ειπε λόγω, και ιαθήτω ο παις μου. 8 και γαρ εγω ανθρωπός ειμι υπο εξουσίαν τασσόμενος, εχων υπ' εμαυτον στρατιώτας, και λέγω τούτω, Πορεύθητι, και πορεύεται, και αλλω, Ερχου, και ερχεται, και τω δούλω μου, Ποίησον τουτο, και ποιει. 9 ακούσας δε ταυτα ο Ιησους εθαύμασεν αυτόν, και στραφεις τω ακολουθουντι αυτω οχλω ειπεν, Λέγω υμιν, ουδε εν τω Ισραηλ τοσαύτην πίστιν ευρον. 10 και υποστρέψαντες εις τον οικον οι πεμφθέντες ευρον τον δουλον υγιαίνοντα. 11 Και εγένετο εν τω εξης επορεύθη εις πόλιν καλουμένην Ναϊν, και συνεπορεύοντο αυτω οι μαθηται αυτου και οχλος πολύς. 12 ως δε ηγγισεν τη πύλη της πόλεως, και ιδου εξεκομίζετο τεθνηκως μονογενης υιος τη μητρι αυτου, και αυτη ην χήρα, και οχλος της πόλεως ικανος ην συν αυτη. 13 και ιδων αυτην ο κύριος εσπλαγχνίσθη επ' αυτη και ειπεν αυτη, Μη κλαιε. 14 και προσελθων ηψατο της σορου, οι δε βαστάζοντες εστησαν, και ειπεν, Νεανίσκε, σοι λέγω, εγέρθητι. 15 και ανεκάθισεν ο νεκρος και ηρξατο λαλειν, και εδωκεν αυτον τη μητρι αυτου. 16 ελαβεν δε φόβος πάντας, και εδόξαζον τον θεον λέγοντες οτι Προφήτης μέγας ηγέρθη εν ημιν, και οτι Επεσκέψατο ο θεος τον λαον αυτου. 17 και εξηλθεν ο λόγος ουτος εν ολη τη Ιουδαία περι αυτου και πάση τη περιχώρω. 18 Και απήγγειλαν Ιωάννη οι μαθηται αυτου περι πάντων τούτων. και προσκαλεσάμενος δύο τινας των μαθητων αυτου ο Ιωάννης 19 επεμψεν προς τον κύριον λέγων, Συ ει ο ερχόμενος η αλλον προσδοκωμεν; 20 παραγενόμενοι δε προς αυτον οι ανδρες ειπαν, Ιωάννης ο βαπτιστης απέστειλεν ημας προς σε λέγων, Συ ει ο ερχόμενος η αλλον προσδοκωμεν; 21 εν εκείνη τη ωρα εθεράπευσεν πολλους απο νόσων και μαστίγων και πνευμάτων πονηρων, και τυφλοις πολλοις εχαρίσατο βλέπειν. 22 και αποκριθεις ειπεν αυτοις, Πορευθέντες απαγγείλατε Ιωάννη α ειδετε και ηκούσατε. τυφλοι αναβλέπουσιν, χωλοι περιπατουσιν, λεπροι καθαρίζονται και κωφοι ακούουσιν, νεκροι εγείρονται, πτωχοι ευαγγελίζονται. 23 και μακάριός εστιν ος εαν μη σκανδαλισθη εν εμοί. 24 Απελθόντων δε των αγγέλων Ιωάννου ηρξατο λέγειν προς τους οχλους περι Ιωάννου, Τί εξήλθατε εις την ερημον θεάσασθαι; κάλαμον υπο ανέμου σαλευόμενον; 25 αλλα τί εξήλθατε ιδειν; ανθρωπον εν μαλακοις ιματίοις ημφιεσμένον; ιδου οι εν ιματισμω ενδόξω και τρυφη υπάρχοντες εν τοις βασιλείοις εισίν. 26 αλλα τί εξήλθατε ιδειν; προφήτην; ναί, λέγω υμιν, και περισσότερον προφήτου. 27 ουτός εστιν περι ου γέγραπται, Ιδου αποστέλλω τον αγγελόν μου προ προσώπου σου, ος κατασκευάσει την οδόν σου εμπροσθέν σου. 28 λέγω υμιν, μείζων εν γεννητοις γυναικων Ιωάννου ουδείς εστιν. ο δε μικρότερος εν τη βασιλεία του θεου μείζων αυτου εστιν. 29 (Και πας ο λαος ακούσας και οι τελωναι εδικαίωσαν τον θεόν, βαπτισθέντες το βάπτισμα Ιωάννου. 30 οι δε Φαρισαιοι και οι νομικοι την βουλην του θεου ηθέτησαν εις εαυτούς, μη βαπτισθέντες υπ' αυτου. ) 31 Τίνι ουν ομοιώσω τους ανθρώπους της γενεας ταύτης, και τίνι εισιν ομοιοι; 32 ομοιοί εισιν παιδίοις τοις εν αγορα καθημένοις και προσφωνουσιν αλλήλοις, α λέγει, Ηυλήσαμεν υμιν και ουκ ωρχήσασθε. εθρηνήσαμεν και ουκ εκλαύσατε. 33 ελήλυθεν γαρ Ιωάννης ο βαπτιστης μη εσθίων αρτον μήτε πίνων οινον, και λέγετε, Δαιμόνιον εχει. 34 ελήλυθεν ο υιος του ανθρώπου εσθίων και πίνων, και λέγετε, Ιδου ανθρωπος φάγος και οινοπότης, φίλος τελωνων και αμαρτωλων. 35 και εδικαιώθη η σοφία απο πάντων των τέκνων αυτης. 36 Ηρώτα δέ τις αυτον των Φαρισαίων ινα φάγη μετ' αυτου. και εισελθων εις τον οικον του Φαρισαίου κατεκλίθη. 37 και ιδου γυνη ητις ην εν τη πόλει αμαρτωλός, και επιγνουσα οτι κατάκειται εν τη οικία του Φαρισαίου, κομίσασα αλάβαστρον μύρου 38 και στασα οπίσω παρα τους πόδας αυτου κλαίουσα, τοις δάκρυσιν ηρξατο βρέχειν τους πόδας αυτου και ταις θριξιν της κεφαλης αυτης εξέμασσεν, και κατεφίλει τους πόδας αυτου και ηλειφεν τω μύρω. 39 ιδων δε ο Φαρισαιος ο καλέσας αυτον ειπεν εν εαυτω λέγων, Ουτος ει ην προφήτης, εγίνωσκεν αν τίς και ποταπη η γυνη ητις απτεται αυτου, οτι αμαρτωλός εστιν. 40 και αποκριθεις ο Ιησους ειπεν προς αυτόν, Σίμων, εχω σοί τι ειπειν. ο δέ, Διδάσκαλε, ειπέ, φησίν. 41 δύο χρεοφειλέται ησαν δανιστη τινι. ο εις ωφειλεν δηνάρια πεντακόσια, ο δε ετερος πεντήκοντα. 42 μη εχόντων αυτων αποδουναι αμφοτέροις εχαρίσατο. τίς ουν αυτων πλειον αγαπήσει αυτόν; 43 αποκριθεις Σίμων ειπεν, Υπολαμβάνω οτι ω το πλειον εχαρίσατο. ο δε ειπεν αυτω, Ορθως εκρινας. 44 και στραφεις προς την γυναικα τω Σίμωνι εφη, Βλέπεις ταύτην την γυναικα; εισηλθόν σου εις την οικίαν, υδωρ μοι επι πόδας ουκ εδωκας. αυτη δε τοις δάκρυσιν εβρεξέν μου τους πόδας και ταις θριξιν αυτης εξέμαξεν. 45 φίλημά μοι ουκ εδωκας. αυτη δε αφ' ης εισηλθον ου διέλιπεν καταφιλουσά μου τους πόδας. 46 ελαίω την κεφαλήν μου ουκ ηλειψας. αυτη δε μύρω ηλειψεν τους πόδας μου. 47 ου χάριν λέγω σοι, αφέωνται αι αμαρτίαι αυτης αι πολλαί, οτι ηγάπησεν πολύ. ω δε ολίγον αφίεται, ολίγον αγαπα. 48 ειπεν δε αυτη, Αφέωνταί σου αι αμαρτίαι. 49 και ηρξαντο οι συνανακείμενοι λέγειν εν εαυτοις, Τίς ουτός εστιν ος και αμαρτίας αφίησιν; 50 ειπεν δε προς την γυναικα, Η πίστις σου σέσωκέν σε. πορεύου εις ειρήνην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου